1

 2

 3

3

προτεθέντι ζητήματι. καὶ γὰρ Ἐκ τοῦ χειμάρρου ὕδωρ πίνειν προσταχθεὶς κατὰ τὸ λεληθὸς παρὰ τοῦ θεοῦ συνεβουλεύετο, ὥστε τὴν παρὰ τοῦ προφήτου ἐκφωνηθεῖσαν κατὰ τῶν Ἰσραηλιτῶν τῆς ἀνομβρίας ἀπόφασιν δι' αὐτοῦ πάλιν ἀναλυθῆναι· ᾧ γὰρ ἐδόθη ἐκ μόνου τοῦ χειμάρρου πίνειν, τοῦ δὴ κατὰ τὸ εἰκὸς ἐν τοῖς αὐχμοῖς ἀπο ξηραινομένου, ἄλλης τῷ προφήτῃ μὴ εὑρισκομένης πρὸς τὴν δίψαν παραμυθίας, διὰ τὸ ἀπειρῆσθαι αὐτῷ ἀλλαχόθεν πιεῖν ἐπάναγκες ἦν αἰτῆσαι τὸν ὄμβρον, ἵνα μὴ ἐπιλείπῃ τὸ ὕδωρ τὸν χείμαρρον. γίνεται δὲ τῷ προφήτῃ παρὰ τῶν κοράκων ἡ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων διακονία, δεικνύν τος διὰ τούτων τοῦ θεοῦ τῷ προφήτῃ, ὅτι πολλοί εἰσιν οἱ 107 παραμεμενηκότες τῇ τοῦ ἀληθινοῦ θεοῦ λατρείᾳ, ὅθεν ἐχο ρηγεῖτο διὰ τῶν κοράκων ἡ τροφὴ τῷ προφήτῃ· οὐ γὰρ ἂν τῶν μεμιασμένων αὐτῷ προσῆγεν ἄρτων ἢ τὸ εἰδωλόθυτον κρέας, ὥστε καὶ διὰ τούτων ἐναχθῆναι τὸν Ἠλίαν καθυφεῖναί τι τοῦ κατὰ τῶν ἠσεβηκότων θυμοῦ, μαθόντα διὰ τῶν γινομένων, ὅτι πολλοί εἰσιν οἱ πρὸς τὸν θεὸν ὁρῶντες, οὓς οὐκ ἔστι δίκαιον συγκαταδικασθῆναι τοῖς ὑπαιτίοις. εἰ δὲ πρωῒ μὲν ὁ ἄρτος, ἐν δὲ τῇ ἑσπέρᾳ τὸ κρέας αὐτῷ διακονεῖται, ἴσως δι' αἰνίγματος πρὸς τὸν ἐνάρετον βίον σπουδὴν τὸ γινόμενον ἔχει, ὅτι χρὴ ἀρχομένοις μὲν τῆς κατ' ἀρετὴν ζωῆς, ἧς σύμβολόν ἐστιν ἡ πρωΐα, τὸν εὔληπτον παρέχειν λόγον, τοῖς δὲ τελειουμένοις τὸν τελειότερον κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων.

Τὸ δὲ κάλυμμα τοῦ Μωυσέως οὐκ ἀγνοήσεις, πρὸς ὅ τι βλέπει, τῇ πρὸς Κορινθίους ἐπιστολῇ τοῦ Παύλου καθομιλήσας. Ὅσα δὲ περὶ τῶν θυσιῶν ἐπεζήτησας, καλῶς ποιήσεις ὅλον τὸ Λευϊτικὸν φιλοπονώτερον ἐξετάσας καὶ μετὰ πλείονος τῆς προσεδρίας καθολικῶς τὸν ἐν τούτοις θεωρήσεις νόμον· οὕτω γὰρ συγκατανοηθήσεται τῷ ὅλῳ τὸ μέρος· ἐφ' ἑαυτοῦ γὰρ τοῦτο μόνον οὐκ ἂν διευκρινηθείη πρὸ τῆς τοῦ παντὸς θεωρίας. Ἐν δὲ τοῖς περὶ τῆς ἀντικειμένης δυνάμεως ἐπηπορημένοις πρόδηλός ἐστιν ἡ λύσις, ὅτι οὐχ ἁπλῶς ἄγγελος, ἀλλ' ἐν ἀρχαγγέλοις ἦν τεταγμένος ὁ ἀποστάτης γενόμενος. δῆλον οὖν, 108 ὅτι τῇ ἀρχῇ συνενδείκνυται καὶ τὸ ὑποχείριον τάγμα, ὥστε λελύσθαι τὴν ζήτησιν περὶ τοῦ πῶς εἷς ἦν καὶ μετὰ πλήθους ἐστίν· τῆς γὰρ ὑποχειρίου στρατιᾶς αὐτῷ συναποστάσης σεσαφήνισται τὸ ζητούμενον. Τὸ δὲ τελευταῖον τῶν ἐπιζητηθέντων κεφάλαιον (λέγω δὴ τὸ πῶς παραγίνεται τὸ πνεῦμα πρὸ τοῦ βαπτίσματος) πλατυτέρας ἐξετάσεώς τε καὶ θεωρίας δεόμενον ἰδίῳ περιγράψαντες λόγῳ, θεοῦ διδόντος, ἀποστελοῦμέν σου τῇ τιμιότητι.