1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

διαφανὴς πολιτεία, θάλασσα δὲ τὸ βάθος ἐστὶ τοῦ πλούτου τῆς σοφίας τε καὶ τῆς γνώσεως, πόα δὲ καὶ βλαστήματα ἡ ἀγαθὴ διδασκαλία καὶ τὰ θεῖα διδάγματα, ἅπερ ὁ λαὸς τῆς νομῆς, τουτέστιν ἡ ποίμνη τοῦ θεοῦ ἐπινέμεται, δένδρα δὲ ποιοῦντα καρπὸν ἡ τῶν 9.280 ἐντολῶν ἐργασία. ἐν ταύτῃ κτίζεται καὶ ὁ ἀληθινὸς ἄνθρωπος ὁ κατ' εἰκόνα γενόμενος θεοῦ καὶ ὁμοίωσιν. ὁρᾷς οἵου κόσμου γίνεται ἀρχὴ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, περὶ ἧς φησιν ὁ προφήτης, ὅτι οὔτε ἡμέρα κατὰ τὰς ἄλλας ἡμέρας οὔτε νὺξ κατὰ τὰς ἄλλας νύκτας. καὶ οὔπω τὸ ἐξαίρετον τῆς παρούσης χάριτος ὁ λόγος ἐκήρυξεν. αὕτη ἔλυσε τὴν τοῦ θανάτου ὠδῖνα, αὕτη τὸν τῶν νεκρῶν πρωτότοκον ἐμαιεύσατο, ἐν ταύτῃ συνετρίβησαν αἱ σιδηραῖ τοῦ θανάτου πύλαι, ἐν ταύτῃ οἱ χαλκοῖ τοῦ ᾅδου μοχλοὶ συνεθλάσθησαν. νῦν ἀνοίγεται τοῦ θανάτου τὸ δεσμωτήριον, νῦν κηρύσσεται τοῖς αἰχμαλώτοις ἡ ἄφεσις, νῦν γίνεται τοῖς τυφλοῖς ἡ ἀνάβλεψις, νῦν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡ ἐξ ὕψους ἀνατολὴ ἐπισκέπτεται.

Βούλεσθέ τι καὶ περὶ τῆς τριημέρου προθεσμίας μαθεῖν; ἀρκεῖ τοσοῦτον εἰπεῖν, ὅτι ἐν οὕτω ὀλίγῳ τῷ χρονικῷ διαστή ματι ἤρκεσεν ἡ παντοδύναμος σοφία ἐν τῇ καρδίᾳ γενομένη τῆς γῆς τὸν μέγαν ἐκεῖνον νοῦν τὸν ἐν αὐτῇ διαιτώμενον καταμωρᾶναι· οὕτω γὰρ ὁ προφήτης αὐτὸν κατονομάζει μέγαν νοῦν αὐτὸν ἀποκαλῶν καὶ Ἀσσύριον. ἐπεὶ οὖν ἑστία 9.281 τίς ἐστι τοῦ νοῦ ἡ καρδία (ἐν ταύτῃ γὰρ τὸ ἡγεμονικὸν εἶναι πεπίστευται), διὰ τοῦτο γίνεται ἐν τῇ καρδίᾳ τῆς γῆς ὁ κύριος, ἥτις ἐστὶ τοῦ νοῦ ἐκείνου τοῦ πονηροῦ ἐνδιαίτημα ὥστε τὴν βουλὴν αὐτοῦ μωρᾶναι, καθὼς ἡ προφητεία φησίν, καὶ δράξασθαι τὸν σοφὸν ἐν τῇ πανουργίᾳ αὐτοῦ καὶ περιτρέ ψαι αὐτῷ πρὸς τὸ ἐναντίον τὰ σοφὰ ἐγχειρήματα. ἐπειδὴ γὰρ ἀμήχανον ἦν τὸν ἄρχοντα τοῦ σκότους ἀκράτῳ προσμῖξαι τῇ τοῦ φωτὸς παρουσίᾳ μὴ σαρκός τινα μοῖραν ἐν αὐτῷ θεωρήσαντα, διὰ τοῦτο, ὡς εἶδε τὴν θεόφορον σάρκα εἶδε δὲ καὶ τὰ δι' αὐτῆς ἐνεργούμενα παρὰ τῆς θεότητος θαύματα, ἤλπισεν, εἰ τῆς σαρκὸς διὰ τοῦ θανάτου κρατήσειε, καὶ πάσης τῆς ἐν αὐτῇ κατακρατήσειν δυνάμεως. καὶ τούτου χάριν τὸ τῆς σαρκὸς δέλεαρ περιχανὼν τῷ τῆς θεότητος ἀγκίστρῳ περιεπάρη καὶ οὕτως ἤχθη ὁ δράκων διὰ τοῦ ἀγκίστρου, καθώς φησιν τῷ Ἰὼβ ὁ προαναφωνήσας δι' ἑαυτοῦ τὸ ἐσόμενον λέγων ὅτι Ἄξεις τὸν δράκοντα ἐν ἀγκίστρῳ. ἀκούσωμεν δὲ παρὰ τῆς τοῦ προφήτου φωνῆς τίνα ἦν, ἃ ἡ καρδία τῆς γῆς αὕτη κατὰ τοῦ παντὸς ἐβουλεύσατο, ὅτε κατὰ τῆς σαρκὸς τοῦ κυρίου τὸ στόμα ἤνοιξεν. τί λέγει πρὸς αὐτὸν 9.282 Ἠσαΐας ἐλέγχων αὐτοῦ τὰ νοήματα; Σὺ εἶπας ἐν τῇ καρδίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἀναβήσο μαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ταῦτα ἡ πονηρὰ καρδία καθ' ἑαυτὴν ἐβουλεύσατο. καὶ ἔτι πρὸ τούτων ὁ μέγας ἐν κακίᾳ νοῦς ὁ πονηρὸς Ἀσσύριος οἷα πρὸς ἑαυτὸν διεξῄει ἀκούσωμεν πάλιν ἐκ τῆς Ἠσαΐου φωνῆς, ἃ εἶπε· Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι. μετὰ ταύτης τῆς ἐλπίδος δέχεται ἐν ἑαυτῷ τὸν διὰ φιλανθρωπίαν τοῖς κάτω ἐπιδημήσαντα· τί δὲ αὐτῷ ἀντὶ τῶν ἐλπισθέντων ἐγένετο, διηγεῖται σαφῶς ἡ προφητεία τὸ κατ' ἐκείνου πάθος λέγουσα· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος; πῶς συνετρίβη ἐπὶ τὴν γῆν, ᾧ ὑπεστορέσθη ἡ σῆψις, οὗ ἔνδυμα γίνεται ἡ περιβολὴ τῶν σκωλήκων; καὶ ὅσα ἄλλα περὶ τοῦ ἀφανισμοῦ 9.283 αὐτοῦ διεξέρχεται, ἅπερ ἔξεστι τῷ βουλομένῳ ἐξ αὐτῶν τῶν γεγραμμένων δι' ἀκριβείας μαθεῖν. ἐμοὶ δὲ πρὸς τὸν σκοπὸν ἐπανακτέον τὸν λόγον· διὰ τοῦτο γίνεται ἡ ἀληθινὴ σοφία ἐν τῇ μεγαλορρήμονι ταύτῃ καρδίᾳ τῆς γῆς, ἵνα ἐξαφανίσῃ ἐξ αὐτῆς τὸν μέγαν ἐν κακίᾳ νοῦν καὶ φωτισθῇ τὸ σκότος καὶ Καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς