1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

καὶ τὸ κακὸν εἰς ἀνυπαρ ξίαν μεταχωρήσῃ τοῦ ἐσχάτου ἐχθροῦ καταργηθέντος, ὅς ἐστιν ὁ θάνατος. ταῦτά σοι ἡ τριήμερος τοῦ χρόνου προθεσμία κατείργασται. Μὴ βραδεία ἡ χάρις; μὴ διὰ μακρᾶς περιόδου τοσοῦτον ἀγαθὸν κατώρθωται; βούλει γνῶναι τὸ ὑπερβάλλον τῆς δυνάμεως τῶν ἐν οὕτω βραχεῖ χρόνῳ κατορθωθέντων; ἀρίθμησόν μοι πάσας τὰς μεταξὺ γενεὰς τῶν ἀνθρώπων ἀπὸ τῆς πρώτης τῶν κακῶν εἰσόδου μέχρι τῆς ἀναλύσεως, πόσοι καθ' ἑκάστην γενεὰν ἄνθρωποι ἐν πόσαις ἀριθμούμενοι μυριάσιν. ἆρα δυνατόν ἐστιν ἀριθμῷ διαληφθῆναι τὸ πλῆθος, ὧν ταῖς διαδοχαῖς ἡ κακία συνεπλατύνετο καὶ ὁ κακὸς τῆς πονηρίας πλοῦτος εἰς τοὺς καθ' ἕκαστον μεριζόμενος δι' ἑκάστου μείζων ἐγίνετο; καὶ οὕτω πολυγονοῦσα συνδιεξῄει ταῖς ἀεὶ ἐπιγινομέναις γενεαῖς ἡ κακία χεομένη τῷ πλήθει πρὸς ἄπειρον, ἕως εἰς τὸ ἀκρότατον μέτρον τοῦ κακοῦ προελθοῦσα πάσης κατεκράτησε τῆς ἀνθρωπίνης φύσεως 9.284 οὕτω τοῦ προφήτου καθολικῶς ἀποφηναμένου ὅτι Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν καὶ οὐκ ἦν ἐν τοῖς οὖσιν οὐδὲν, ὃ μὴ κακίας ὄργανον ἦν. τὴν οὖν τοσαύτην τοῦ κακοῦ σωρείαν τὴν ἀπὸ καταβολῆς κόσμου μέχρι τῆς κατὰ τὸ πάθος τοῦ κυρίου οἰκονομίας συναθροισθεῖσαν ὁ ἐν τρισὶ διαχέας ἡμέραις μικράν σοι πεποίηται τῆς ὑπερβαλλούσης δυνάμεως τὴν ἐπίδειξιν, ἢ οὐχὶ πασῶν τῶν ἐν ταῖς ἱστορίαις θαυματοποιιῶν ἰσχυροτέραν; ὥσπερ γὰρ πλεονάζει τοῦ Σαμψὼν τὸ θαῦμα οὐκ ἐν τῷ κατισχῦσαι μόνον τοῦ λέοντος ἀλλὰ τῷ ἀπόνως αὐτὸν διαχειρίσασθαι καὶ γυμναῖς καὶ ἀόπλοις ταῖς χερσὶ τὸν τοσοῦτον θῆρα καθάπερ παίζοντα διασπάσασθαι, οὕτω καὶ τὸ δίχα πάσης ἐργωδίας τὸν κύριον τὴν τοσαύτην ἐξαφανίσαι κακίαν ἀπόδειξις μείζων ἐστὶ τοῦ τῆς δυνάμεως ὑπερβάλλοντος. οὐχ ὑδάτων ἀπείρων ἐπιρροαὶ ἐκ τῶν ἄνωθεν καταρρακτῶν τῷ ὑποκειμένῳ ἐγκαταπίπτουσαι οὐδὲ ἄβυσσοι τῶν ἰδίων ὅρων ὑπεροιδαίνουσαι καὶ τοῖς πελάγεσι τὴν γῆν ἐπικλύζουσαι οὐδὲ πᾶσα ἡ οἰκουμένη νηὸς δίκην αὔτανδρος τῷ βυθῷ καλυπτομένη οὐδὲ ὄρη γινόμενα βύθια καὶ κορυφαὶ τῶν ὀρῶν ὑποβρύχιοι οὐδὲ καθ' 9.285 ὁμοιότητα Σοδόμων αἱ τῆς φλογὸς ἐπομβρίαι τῷ πυρὶ τὸ διεφθορὸς ἐκκαθαίρουσαι οὐδὲ ἄλλο τι τοιοῦτον οὐδέν, ἀλλὰ ἁπλῆ τις καὶ ἀκατάληπτος ἐπιδημία, μόνη ζωῆς καὶ φωτὸς παρουσία τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἔκλειψιν παντελῆ καὶ ἀφανισμὸν τοῦ τε σκότους καὶ τοῦ θανάτου πεποίηται.

Εἴπω τι πρὸς τοῖς εἰρημένοις καὶ ἕτερον; ἐφύη τὸ κάκον ἐν τῷ ὄφει, ἡττήθη ἡ γυνὴ τῆς πείρας τοῦ δράκοντος, ἡττήθη μετὰ ταῦτα καὶ τῆς γυναικὸς ὁ ἀνήρ. διὰ τριῶν ἔσχε τὸ κακὸν τὴν γένεσιν· πρὸς τί μοι βλέπει τούτων ἡ μνήμη; ἔστι τινὰ τοῦ ἀγαθοῦ τάξιν διὰ τῆς ἐν τῷ κακῷ τάξεως κατανοῆσαι. τρία βλέπω ταῦτα τοῦ κακοῦ τὰ δοχεῖα· πρῶτον μὲν ἐν ᾧ τὸ πρῶτον συνέστη, δεύτερον εἰς ὃ μετερρύη, τρίτον ἐν ᾧ μετὰ ταῦτα ἐπεγένετο. ἐπειδὴ τοίνυν ἐν τοῖς τρισὶ τούτοις ἡ κακία ἐπλήμυρε, τῇ διαβολικῇ λέγω φύσει καὶ τῷ τῶν γυναικῶν γένει καὶ τῷ πληρώματι τῶν ἀνδρῶν, τούτου χάριν ἀκολούθως ἐν τρισὶν ἡμέραις ἡ νόσος ἐξαφανί ζεται ἑκάστῳ γένει τῶν ἐν κακίᾳ νενοσηκότων μιᾶς ἡμέρας ἀποκληρωθείσης πρὸς ἴασιν· ἐν μιᾷ ἡμέρᾳ οἱ ἄνδρες τῆς νόσου καθαίρονται, ἐν τῇ δευτέρᾳ τὸ τῶν γυναικῶν θεραπεύε ται γένος, ἐν τῇ τελευταίᾳ ὁ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος καὶ αἱ περὶ αὐτόν τε ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις τῶν ἀντικειμένων δυνάμεων τῷ προκαθημένῳ συναφανίζονται. 9.286 μὴ θαυμάσῃς δέ, εἰ χρονικοῖς διαστήμασιν ἡ τοῦ ἀγαθοῦ κτίσις ἐπιμερίζεται· καὶ γὰρ παρὰ τὴν πρώτην τοῦ κόσμου γένεσιν οὐκ ἠτόνει ἡ θεία δύναμις ἅπαντα ἐν ἀκαρεῖ τελειῶσαι τὰ ὄντα, ἀλλ' ὁμῶς συμπαραλαμβάνει τῇ δημιουρ γίᾳ τῶν ὄντων καὶ τὰ χρονικὰ διαστήματα, ὡς τόδε μέν τι κατὰ τὴν πρώτην ἡμέραν τελειωθῆναι τὸ μέρος τῆς κτίσεως, ἐν δὲ τῇ δευτέρᾳ τὸ ἕτερον καὶ ἐφεξῆς ὁμοίως, ἕως ἐπερατώθη τὰ ὄντα ῥηταῖς ἡμέραις τοῦ θεοῦ τὴν κτίσιν ἅπασαν συν αρμόσαντος. οὕτω καὶ ἐνταῦθα κατὰ τὸν ἄρρητον αὐτοῦ τῆς σοφίας λόγον ἐν τρισὶν ἡμέραις τῶν ὄντων τὸ κακὸν ἐξοικίζε ται, ἐξ ἀνδρῶν ἐκ γυναικῶν καὶ ἐκ τοῦ γένους