1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

τινα ἡλιακὴν αὐγὴν τῆς ἀνατολῆς ὑπερφαίνεσθαι, τότε ἱστοροῦσι τὴν ἤδη γεγενημένην ἀνάστασιν, αἳ τὸ μὲν θαῦμα ἔγνωσαν τὴν δὲ ὥραν οὐκ ἐδιδάχθησαν· ὅτι μὲν γὰρ ἠγέρθη εἶπε πρὸς αὐτὰς ὁ ἄγγελος, τὸ δὲ πότε τῷ ῥήματι οὐ προσέθη κεν. ἀλλ' ὁ μέγας Ματθαῖος μόνος τῶν εὐαγγελιστῶν πάντων τὸν καιρὸν δι' ἀκριβείας παρεσημήνατο εἰπὼν τὴν ἑσπέραν εἶναι τοῦ σαββάτου ὥραν τῆς ἀναστάσεως. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἕστηκεν ἡμῖν ἡ προθεσμία ἀπὸ τῆς μετὰ τὴν πέμπτην ἑσπέρας εἰς τὴν τοῦ 9.290 σαββάτου ἑσπέραν διαμετρουμένου τοῦ χρόνου τῆς ἐμβολίμου νυκτός, καθὼς εἴρηται, τὴν παρασκευὴν εἰς ἡμέρας δύο καὶ νύκτα μίαν κερματιζούσης. ἔδει γὰρ ἐπὶ τοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος μὴ τοῖς τεταγμένοις τοῦ χρόνου μέτροις τὰ ἔργα κατ' ἀνάγκην συμπαρατείνεσθαι, ἀλλὰ πρὸς τὴν τῶν ἔργων χρείαν καινοτομεῖσθαι τοῦ χρόνου τὰ μέτρα καὶ συντομώτερον τὴν τῶν ἀγαθῶν ἐνέργειαν τῆς θείας δυνάμεως ἐπιτελούσης κολοβώτερα τοῦ χρόνου σχεδιασ θῆναι τὰ μέτρα, ὡς μήτε ἐλάττονα τῶν τριῶν ἡμερῶν καὶ τῶν τοσούτων νυκτῶν ἀριθμηθῆναι τὸν χρόνον, ἐπειδὴ τοῦτον τὸν ἀριθμὸν ὁ μυστικός τε καὶ ἀπόρρητος ἐπιζητεῖ λόγος, μήτε τὰ συνήθη τῶν ἡμερῶν τε καὶ νυκτῶν ἀναμένουσαν διαστήματα πρὸς τὸ τάχος τῆς ἐνεργείας τὴν θείαν ἐμποδίζε σθαι δύναμιν· ὁ γὰρ ἐξουσίαν ἔχων καὶ θεῖναι ἀφ' ἑαυτοῦ τὴν ψυχὴν καὶ ἀναλαβεῖν ὅτε ἐβούλετο ἐξουσίαν εἶχεν ὡς ποιητὴς τῶν αἰώνων οὐχὶ δουλεῦσαι διὰ τῶν ἔργων τῷ χρόνῳ, ἀλλὰ ποιῆσαι κατὰ τὰ ἔργα τὸν χρόνον.

Ἀλλ' οὔπω τοῦ μεγίστου τῶν κεφαλαίων ὁ λόγος ἥψατο· ζητεῖν γὰρ τοὺς φιλομαθεστέρους εἰκός, πῶς ἐν τῷ αὐτῷ χρόνῳ τρισὶν ἑαυτὸν ὁ κύριος δίδωσι, τῇ τε καρδίᾳ τῆς γῆς καὶ τῷ παραδείσῳ σὺν τῷ λῃστῇ καὶ ταῖς πατρῴαις χερσίν· πρὸς τοὺς Φαρισαίους μὲν γάρ φησιν ὅτι Ὥσπερ Ἰωνᾶς ἦν ἐν τῇ 9.291 κοιλίᾳ τοῦ κήτους, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς κατὰ τὸ τριήμερον τοῦ χρόνου διάστημα, πρὸς δὲ τὸν λῃστὴν ὅτι Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παρα δείσῳ, πρὸς δὲ τὸν πατέρα ὅτι Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. οὔτε γὰρ ἐν ὑποχθονίοις εἴποι τις ἂν τὸν παράδεισον οὔτε ἐν τῷ παραδείσῳ τὰ ὑποχθόνια, ὥστε κατὰ ταὐτὸν ἐν ἀμφοτέροις εἶναι ἢ χεῖρα τοῦ πατρὸς λέγεσθαι ταῦτα. ἀλλὰ τοῦτο μὲν τοῖς εὐσεβῶς λογιζομένοις τυχὸν οὐδὲ ζητήσεως ἄξιον· ὁ γὰρ πανταχοῦ ὢν διὰ τῆς θείας δυνάμεως καὶ παντὶ πάρεστι καὶ οὐδενὸς ἀπολείπεται. Ἐγὼ δέ τινα καὶ ἕτερον οἶδα λόγον περὶ τούτου μαθών, ὃν βουλομένοις ὑμῖν δι' ὀλίγων ἐκθήσομαι. ὅτε ἦλθεν ἐπὶ τὴν παρθένον τὸ πνεῦμα τὸ ἅγιον καὶ ἡ τοῦ ὑψίστου δύναμις αὐτῇ ἐπεσκίασεν ἐπὶ τῷ τὸν καινὸν ἄνθρωπον ἐν αὐτῇ συστῆναι (τὸν διὰ τοῦτο καινὸν ὠνομασμένον, ὅτι κατὰ θεὸν ἐκτίσθη οὐ κατὰ ἀνθρωπίνην συνήθειαν ὥστε γενέσθαι θεοῦ δοχεῖον ἀχειροποίητον· οὐ γὰρ κατοικεῖ ἐν χειροποιήτοις, τοῖς ὑπὸ ἀνθρώπων λέγω κατασκευαζομένοις, ὁ ὕψιστος), τότε ἑαυτῇ τὸν οἶκον τῆς σοφίας οἰκοδομούσης καὶ τῷ τῆς δυνάμεως ἀποσκιάσματι οἱονεὶ τύπῳ σφραγῖδος ἔνδοθεν κατα μορφωθέντος τοῦ πλάσματος, τότε ἀμφοτέροις, δι' ὧν ἡ ἀνθρωπίνη φύσις συνέστηκε, ψυχῇ τε λέγω καὶ σώματι, 9.292 ἡ θεία κατακιρνᾶται δύναμις ἑκατέρῳ καταλλήλως ἑαυτὴν καταμίξασα. ἔδει γὰρ τῶν δύο τούτων διὰ τῆς παρακοῆς νεκρωθέντων (ἐπειδὴ νέκρωσις ἦν τῆς ψυχῆς μὲν ἡ τῆς ὄντως ζωῆς ἀλλοτρίωσις, τοῦ σώματος δὲ ἡ φθορά τε καὶ διάλυσις) ἀμφοτέρων τούτων τῇ ἐπιμιξίᾳ τῆς ζωῆς ἐξοικισθῆναι τὸν θάνατον. πρὸς ἑκάτερον τοίνυν τῶν τοῦ ἀνθρώπου τμημάτων καταλλήλως τῆς θεότητος ἐμμιχθείσης δι' ἀμφοτέρων ἐπίδηλα τῆς ὑπερεχούσης φύσεως τὰ γνωρίσματα ἦν· τὸ μὲν γὰρ σῶμα τὴν ἐν αὐτῷ θεότητα διὰ τῆς ἁφῆς τὰς ἰάσεις ἐνεργοῦν ἐπεσήμαινεν, ἡ ψυχὴ δὲ τῷ δυνατῷ ἐκείνῳ θελήματι τὴν θείαν ἐνεδείκνυτο δύναμιν· ὥσπερ γὰρ ἡ κατὰ τὴν ἁφὴν αἴσθη σις τοῦ σώματός ἐστιν ἰδία οὕτω καὶ τῆς ψυχῆς ἡ κατὰ προαίρεσιν κίνησις. προσέρχεται ὁ λεπρὸς διερρυηκὼς ἤδη καὶ ἠχρειωμένος τῷ σώματι. πῶς γίνεται ἐπὶ τούτου παρὰ τοῦ κυρίου ἡ ἴασις; ἡ