1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

ψυχὴ θέλει καὶ τὸ σῶμα ἅπτεται καὶ δι' ἀμφοτέρων φεύγει τὸ πάθος· ἀπῆλθε, γάρ φησιν, ἀπ' αὐτοῦ παραχρῆμα ἡ λέπρα. πάλιν τοὺς ἐν πολλαῖς χιλιάσι κατὰ τὴν ἔρημον αὐτῷ προσεδρεύσαντας ἀπολῦσαι μὲν νήστεις οὐ θέλει, ταῖς χερσὶ δὲ διακλᾷ τοὺς ἄρτους. ὁρᾷς, πῶς δι' ἀμφοτέρων ἡ ἑκατέρῳ συμπαρομαρτοῦσα θεότης δημο σιεύεται τῷ τε ἐνεργοῦντι σώματι καὶ τῇ ὁρμῇ τοῦ ἐν τῇ ψυχῇ γινομένου θελήματος. καὶ τί χρὴ πάντα διεξιέναι τὰ θαύματα ὁμοιοτρόπως ἐπιτελούμενα τοῖς προδήλοις 9.293 ἐνασχολοῦντα τὸν λόγον; ἀλλ' οὗ χάριν τῶν εἰρημένων ἐμνήσθην, πρὸς ἐκεῖνο καὶ μεταβήσομαι.

Πῶς κατὰ ταὐτὸν καὶ ἐν τῷ ᾅδῃ καὶ ἐν τῷ παραδείσῳ ὁ κύριος; οὗ ζητήματος λύσις μέν ἐστι μία τὸ μηδὲν ἄβατον εἶναι θεῷ, ἐν ᾧ τὰ πάντα συνέστηκεν, ἑτέρα δὲ, πρὸς ἣν νῦν ὁ λόγος βλέπει, ὅτι ὅλον τὸν ἄνθρωπον τοῦ θεοῦ διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως εἰς τὴν θείαν φύσιν μετασκευάσαντος ἐν τῷ καιρῷ τῆς κατὰ τὸ πάθος οἰκονομίας οὐ θατέρου μέρους τὸ ἅπαξ ἐγκραθὲν ἀνεχώρησεν (ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα), ἀλλὰ τὴν μὲν ψυχὴν τοῦ σώματος ἡ θεότης ἑκουσίως διέζευξεν, ἑαυτὴν δὲ ἐν ἀμφοτέροις μένουσαν ἔδειξεν· διὰ μὲν γὰρ τοῦ σώματος, ἐν ᾧ τὴν ἐκ τοῦ θανάτου φθορὰν οὐκ ἐδέξατο, κατήργησε τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος, διὰ δὲ τῆς ψυχῆς ὡδοποίησε τῷ λῃστῇ τὴν ἐπὶ τὸν παράδεισον εἴσοδον. καὶ τὰ δύο κατὰ ταὐτὸν ἐνεργεῖται δι' ἀμφοτέρων τῆς θεότητος τὸ ἀγαθὸν κατορθούσης, διὰ μὲν τῆς τοῦ σώματος ἀφθαρσίας τὴν τοῦ θανάτου κατάλυσιν, διὰ δὲ τῆς ψυχῆς τῆς πρὸς τὴν ἰδίαν ἑστίαν ἐπειγομένης τὴν ἐπὶ τὸν παράδεισον τῶν ἀνθρώπων ἐπάνοδον. ἐπεὶ οὖν διπλοῦν μὲν τὸ ἀνθρώπινον σύγκραμα, ἁπλῆ δὲ καὶ μονοειδὴς ἡ τῆς θεότητος φύσις, ἐν τῷ καιρῷ τῆς τοῦ σώματος ἀπὸ τῆς ψυχῆς διαζεύξεως οὐ συνδιασχίζεται τῷ συνθέτῳ τὸ ἀδιαίρετον, ἀλλ' ἓν τὸ ἔμπαλιν γίνεται· τῇ γὰρ ἑνότητι τῆς θείας φύσεως τῆς 9.294 κατὰ τὸ ἴσον ἐν ἀμφοτέροις οὔσης πάλιν πρὸς ἄλληλα τὰ διαστάντα συμφύεται. καὶ οὕτω γίνεται ὁ θάνατος μὲν ἐκ τῆς τῶν συμπεφυκότων διαιρέσεως ἡ ἀνάστασις δὲ ἐκ τῆς τῶν διαιρεθέντων ἑνώσεως. εἰ δὲ ζητεῖς, πῶς ὁ ἐν τῷ παραδείσῳ ὢν ταῖς χερσὶ τοῦ πατρὸς ἑαυτὸν παρατίθεται, ἑρμηνεύσει σοι ὁ ὑψηλὸς Ἠσαΐας τὸ περὶ τούτων ζητούμενον· εἶπε γὰρ ἐκεῖνος ἐκ προσώπου τοῦ θεοῦ περὶ τῆς ἄνω Ἰερουσαλήμ, ἣν οὐκ ἄλλην παρὰ τὸν παράδεισον εἶναι πιστεύομεν, ὅτι Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. εἰ οὖν ἐν ταῖς χερσὶ τοῦ πατρὸς περιγέγραπται ἡ Ἰερουσαλήμ, ἥτις ἐστὶν ὁ παράδεισος, δηλονότι ὁ ἐν τῷ παραδείσῳ γενόμενος ταῖς πατρῴαις πάντως ἐνδιαιτᾶται παλάμαις, ἐν αἷς ἡ θεία πόλις τὴν περιγραφὴν ἔχει. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον, ὅσα δὲ τῶν Ἰουδαίων ἀκούομεν κατατρεχόντων ἐν σφοδρᾷ κατηγορίᾳ τοῦ δόγματος, ἄξιον ἂν εἴη προσθεῖναι διὰ βραχέων τῷ λόγῳ· λέγουσι γὰρ ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ τοῖς Ἰουδαίοις νενομοθετῆσθαι παρὰ τοῦ Μωυσέως τὴν τεσσαρεσκαιδεκάτην τοῦ σεληναίου δρόμου περίοδον καὶ τῶν ἑπτὰ ἡμερῶν τὴν ἀζυμοφαγίαν καὶ ὄψον ἐπὶ τοῖς ἀζύμοις ποιεῖσθαι τῶν πικρίδων τὴν πόαν. εἰ οὖν ἐπιμελῆς ὑμῖν ἡ τῆς τεσσαρεσκαιδεκάτης ἐστὶ 9.295 παρατήρησις, συμπαραφυλαττέσθω, φησὶν ὁ Ἰουδαῖος, καὶ ἡ πικρὶς καὶ τὸ ἄζυμον, εἰ δὲ ταῦτα τοῦ παρορᾶσθαι ἄξια, τίς ἡ περὶ ἐκεῖνο σπουδή; οὐ γὰρ δὴ τοῦ αὐτοῦ νομοθέτου τὸ μέν τι δίκαιον καὶ ψυχωφελὲς τὸ δὲ ἄχρηστον κρίνεται καὶ ἀπόβλητον, ὡς ἐπάναγκες εἶναι ἢ πάντα κατορθοῦσθαι παρ' ὑμῶν, ὅσα περὶ τοῦ πάσχα διηγόρευται, ἢ μηδενὸς ὑμᾶς περιέχεσθαι. τί οὖν ἡμεῖς; μνησθῶμεν τοῦ παραγγείλαν τος μὴ φοβεῖσθαι τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθαι· οἴδαμεν γὰρ καὶ τῶν ἀζύμων τὴν ψυχωφελῆ παρατήρησιν καὶ τῶν πικρίδων τὸ κέρδος καὶ τῆς τεσσαρεσκαιδεκάτης τὸ χρήσιμον. ὁ δὲ λόγος οὗτός ἐστιν, ὃν δι' ὀλίγων ἐπισκεψόμεθα· ὁ τὴν σκιὰν τῶν μελλόντων ἀγαθῶν ἔχων νόμος πρὸς ἕνα κατὰ τὸ προηγούμενον βλέπει σκοπόν, ὅπως ἂν διὰ τῶν ποικίλων παραγγελμάτων καθαρθείη τῆς ἐμμιχθείσης τῇ φύσει