1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

κακίας ὁ ἄνθρωπος. τοῦτο ἐν τῇ περιτομῇ, τοῦτο ἐν τῷ σαββάτῳ, τοῦτο ἐν τῇ τῶν ἐδωδίμων παρατηρήσει, τοῦτο ἐν τῇ ποικίλῃ ζωοθυσίᾳ, τοῦτο ἐν τοῖς καθ' ἕκαστον παρατηρήμασι κατορθοῦται τοῦ νόμου. καὶ μακρὸν ἂν εἴη τὰ περὶ ἑκάστου ἡμῖν αἰνιγματωδῶς εἰς τὸ τοῦ βίου καθάρσιον παρὰ τοῦ νόμου δηλούμενα δι' ἀκριβείας ἐκτίθεσθαι. ὥσπερ τοίνυν διὰ μὲν τῆς περιτομῆς τῆς πνευματι κῶς ἐπιτελουμένης ἡ φύσις τὸ ἐμπαθὲς ἀποτίθεται 9.296 περιαιρουμένη τὸν σαρκώδη βίον, διὰ δὲ τοῦ σαββατισμοῦ τὴν ἐν τῷ κακῷ ἀπραξίαν διδάσκεται, ἡ δὲ ζωοθυσία κατασφά ζει τὰ πάθη καὶ ἡ νενομισμένη περὶ τὰ βρώματα τῶν ἀκαθάρ των διάκρισις συμβουλεύει σοι τοῦ ῥυπῶντός τε καὶ ἀκαθάρτου βίου τὴν ἀλλοτρίωσιν, οὕτω καὶ ἡ ἑορτή σοι αὕτη τὴν ἑορτὴν ἐκείνην ἐνδείκνυται, πρὸς ἣν ἡ ψυχὴ διὰ τῶν ἀζύμων παρα σκευάζεται ἐν ἑπτὰ ἡμέραις τῆς τοῦ ζυμωτοῦ βρώσεως καθαρεύουσα, ὧν τὸ αἴνιγμα τοιοῦτόν ἐστιν· ὁ τῶν ἑπτὰ ἡμερῶν ἀριθμὸς τὸν παροδικόν σοι τοῦτον χρόνον ἐκδείκνυται τὸν δι' ἑβδομάδων ἀνακυκλούμενον, ἐν ᾧ χρὴ δι' ἐπιμελείας εἰς τὴν ἐνεστῶσαν ἡμέραν μηδὲν τῆς χθιζῆς κακίας λείψανον διασῴζεσθαι, ὡς ἂν μή τινα στῦψιν καὶ ὀξίδα τῷ σημερινῷ φυράματι ἡ τῆς ἑώλου κακίας μίξις ποιήσειεν. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, φησὶν ὁ ἀπόστολος ὁ Μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας ἑορτάζειν ἐγκελευόμενος. ὃ δὲ περὶ τοῦ ἑνὸς τῆς κακίας εἴδους ἔγνωμεν, ἀναλόγως τοῦτο καὶ περὶ τῶν λοιπῶν τῆς κακίας εἰδῶν διδασκόμεθα. ἡ δὲ πικρὶς ἐκβάλλει τὸ καταβεβλακευμένον ἐν τῷ βίῳ καὶ ἔκλυτον, ἀντεισάγει δὲ τὸν ἐγκρατῆ καὶ κατεσκληκότα καὶ τῇ αἰσθήσει δύσληπτον βίον, ἐπειδὴ πᾶσα παιδεία οὐ δοκεῖ πρὸς τὸ παρὸν χαρᾶς εἶναι ἀλλὰ λύπης. 9.297

Ὁ τοίνυν διὰ πάσης τῆς τοῦ βίου τούτου ἑβδομάδος ἀνεπίμικτον παλαιᾶς κακίας καὶ ἄζυμον τὴν ἀεὶ ἐνεστῶσαν κατορθῶν ἡμέραν ὄψον τῆς ζωῆς ποιούμενος τὴν ἐγκράτειαν οὗτος ἑαυτὸν πάσης σκοτεινῆς ἐπιμιξίας χωρίζει· τοῦτο γὰρ ἡ τεσσαρεσκαιδεκάτη τοῦ σεληναίου δρόμου ἐνδείκνυται. ἐπειδὴ γὰρ ἐννέα εἰσὶν αἱ πᾶσαι ἡμέραι τοῦ σεληναίου δρόμου καὶ εἴκοσι καὶ ἡμίσεια, ἐν αἷς ἐκ νεομηνίας ἡ σελήνη δι' αὐξήσεως τελειωθεῖσα τῷ κύκλῳ πάλιν διὰ μειώσεως εἰς τὴν παντελῆ τοῦ φωτὸς ἔκλειψιν ἐπανέρχεται, δηλονότι τὸ ἥμισυ τοῦ μνημονευθέντος ἀριθμοῦ τεσσαρεσκαιδεκάτη ἐστὶ καὶ μικρόν τι πρός. οὐκοῦν ὅταν ἐν τούτῳ τύχῃ οὖσα ἡ σελήνη τῷ σχήματι, ἐπειδὴ συμπροϊοῦσα κατὰ τὸν ἴδιον δρόμον τῷ νυκτερινῷ διαστήματι προστίθησι τὸ λεῖπον τῷ κύκλῳ ὥστε πληρωθεῖσαν τοῦ φωτὸς ταῖς αὐγαῖς τῆς ἡμέρας τὰς παρ' ἑαυτῆς λαμπηδόνας συμμῖξαι, ὡς μήτε κατὰ τὴν ἑσπέραν μήτε κατὰ τὸν ὄρθρον σκότους τινὰ παρενθήκην διακόψαι τοῦ φωτὸς τὴν συνέχειαν ἐν τῇ διαδοχῇ τῶν στοιχείων ἀδιαιρέτου τῆς αὐγῆς διαμενούσης (πρὶν γὰρ ἀκριβῶς τὴν ἡλιακὴν ἀκτῖνα καταδῦναι ἀντιφαίνεται δι' εὐθείας ἡ σελήνη τῷ ἡλίῳ κατὰ διάμετρον καὶ τῷ ἰδίῳ φωτὶ καταλάμπει τὸ ὑποκείμενον. καὶ πάλιν πρὶν πάντα τὸν κύκλον αὐτῆς ὑπελθεῖν τὸν ὁρίζοντα τοῖς λειψάνοις τοῦ σεληναίου φωτὸς ἡ τῆς ἡμέρας αὐγὴ κατακιρνᾶται), 9.298 καὶ οὕτω τῆς πανσελήνου ἐκείνης ἡμέρας τὸ σκότος ἐξαφανίζεται κατά τε τὸν ὄρθρον καὶ τὴν ἑσπέραν τῇ τῶν φωστήρων διαδοχῇ λαμπρυνόμενον. ὅπερ τοίνυν τῷ αἰσθητῷ φωτὶ κατὰ τὴν τεσσαρεσκαιδεκάτην συμβαίνει, τὸ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ἀπαράδεκτον εἶναι τῆς ἐπιμιξίας τοῦ σκότους, τοῦτο βούλεται ὁ πνευματικὸς νόμος σύμβολον γενέσθαι τοῖς πνευματικῶς ἑορτάζουσιν, ὥστε διὰ πάσης τῆς κατὰ τὴν ζωὴν ἑβδομάδος ἓν πάσχα φωτεινὸν καὶ ἀσκότιστον ὅλον τὸν χρόνον αὐτοὺς τῆς ζωῆς ἀπεργάσασθαι. αὕτη τῶν περὶ τὸ πάσχα παραγγελμάτων τοῖς Χριστιανοῖς ἡ κατάστασις. διὰ τοῦτο πρὸς τὴν τεσσαρεσκαιδεκάτην βλέπομεν διὰ τοῦ αἰσθητοῦ τούτου καὶ ὑλικοῦ φωτὸς τοῦ ἀύλου τε καὶ νοητοῦ τὴν φαντασίαν ἀναλαμβάνοντες, ὡς τὸ μὲν δοκεῖν σελήνην πλήθουσαν ἐπιζητεῖν τὴν τὸ παρ' ἑαυτῆς φέγγος διαρκὲς