1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

παρεχομένην ἡμῖν παννύχιον, τῇ δὲ ἀληθείᾳ νόμον ἡμῖν εἶναι τὸ παρατήρημα τοῦ πάντα τὸν χρόνον τὸν νυκτὶ καὶ ἡμέρᾳ διαμετρούμενον λαμπρὸν ἡμῖν διαρκῶς εἶναι καὶ τῶν ἔργων τῶν σκοτεινῶν ἀνεπίμικτον.

Καὶ περὶ μὲν τούτων τοσαῦτα, ὅσα δὲ καὶ ὁ σταυρὸς ἐμπεριέχει νοήματα, δι' οὗ τελειοῦται τὸ κατὰ τὸ πάθος μυστήριον, τίς ἂν ῥᾳδίως τῷ λόγῳ διασαφήσειεν; μὴ γὰρ οὐκ ἦσαν μυρίοι τρόποι πρὸς θάνατον φέροντες, δι' ὧν ἦν δυνατὸν 9.299 πληρωθῆναι τὴν ὑπὲρ ἡμῶν τοῦ θανάτου οἰκονομίαν; ἀλλ' ἐκ πάντων οὗτος ὡρίσθη παρ' αὐτοῦ τοῦ ἑαυτῷ κατ' ἐξουσίαν τὸ πάθος ὁρίσαντος. ∆εῖ, γάρ φησι, τὸν υἱὸν τοῦ ἀνθρώπου, οὐκ εἶπε· τὰ καὶ τὰ πείσεται ὁ υἱὸς τοῦ ἀνθρώπου, ὡς ἄν τις ἁπλῶς εἴποι προαγορεύων τὸ μέλλον, ἀλλὰ τὸ ἀναγκαίως κατά τινα λόγον ἀπόρρητον γενέσθαι πάντως ὀφεῖλον οὕτω δογματίζει τῷ ῥήματι ἐν τῷ εἰπεῖν ὅτι ∆εῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι καὶ σταυρωθῆ ναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. κατανόησόν μοι γὰρ τοῦ ∆εῖ τὴν διάνοιαν, δι' ἧς εὑρίσκεται τὸ μὴ δεῖν ἄλλως ἢ διὰ τοῦ σταυροῦ πάντως γενέσθαι τὸ πάθος δογματιζόμενον. τίς οὖν ὁ περὶ τούτου λόγος; μόνου τοῦ μεγάλου Παύλου ἐστι τοῦ ἐκ τῶν ἀρρήτων ἐκείνων ῥημάτων παιδευθέντος, ἃ ἐν τοῖς ἀδύτοις τοῦ παραδείσου μυηθεὶς ἠκροάσατο, καὶ τὸ περὶ τούτου διασαφῆσαι μυστήριον, καθὼς ἐν μέρει διὰ τῶν πρὸς Ἐφεσίους λόγων τὸ κρυπτὸν ὑπῃνίξατο λέγων· Ἵνα 9.300 ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. οὐ γὰρ ἀργῶς ὁ θεῖος ἐκεῖνος ὀφθαλμὸς τοῦ ἀποστόλου τὸ σχῆμα τοῦ σταυροῦ κατενόησεν, ἀλλ' ἔδειξε καὶ διὰ τούτου σαφῶς, ὅτι πάσας τὰς τῆς ἀγνοίας λεπίδας ἀποβαλὼν τῶν ὀμμάτων πρὸς αὐτὴν ὁρᾷ καθαρῶς τὴν τῶν ὄντων ἀλήθειαν· εἶδε γὰρ ὅτι τὸ σχῆμα τοῦτο τέσσαρσι προβολαῖς ἀπὸ τῆς ἐν τῷ μέσῳ συμβολῆς μεριζόμενον τὴν διὰ πάντων ἥκουσαν τοῦ ἐν αὐτῷ φανέντος δύναμίν τε καὶ πρόνοιαν διασημαίνει καὶ τούτου χάριν ἑκάστην προβολὴν ἰδιαζούσαις κατονομάζει φωναῖς βάθος λέγων τὸ ἐκ τοῦ μέσου κάτω καὶ ὕψος τὸ ὑπερκείμενον, πλάτος δὲ καὶ μῆκος τὸ ἐκ πλαγίου παρατεινόμενον μετὰ τὴν συμβολὴν ἑκατέρω θεν, ὡς τὸ μὲν ἔνθεν τοῦ μέσου πλάτος τὸ δὲ ἑτέρωθεν μῆκος προσαγορεῦσαι, δι' ὧν τοῦτό μοι δοκεῖ σαφῶς διασημαίνειν τῷ λόγῳ, ὅτι οὐδὲν τῶν ὄντων ἐστίν, ὃ μὴ τῇ θείᾳ πάντως διακρατεῖται φύσει, τὸ ὑπερουράνιον, τὸ ὑποχθόνιον, τὸ ἐπὶ τὰ πέρατα τῶν ὄντων πάντοθεν ἐκ πλαγίου παρατεινόμενον· σημαίνει γὰρ διὰ μὲν τοῦ ὕψους τὸ ὑπερκείμενον, διὰ δὲ τοῦ βάθους τὸ ὑποχθόνιον, τῷ μήκει δὲ καὶ τῷ πλάτει τὰ διὰ μέσου πέρατα τὰ ὑπὸ τῆς τὸ πᾶν διακρατούσης δυνάμεως 9.301 κατεχόμενα. ἔστω δὲ διὰ τῶν ἐν τῇ σῇ ψυχῇ γινομένων ἐν τῇ περὶ θεοῦ ἐννοίᾳ ἡ τῶν λεγομένων ἀπόδειξις. ἀνάβλεψον γὰρ εἰς τὸν οὐρανὸν καὶ τὰ κάτω βάθη τῷ λογισμῷ κατανόη σον, ἔκτεινον ἐπὶ τὰ πλάγια καὶ τὰ ἄκρα τῆς τοῦ παντὸς συστάσεως τὴν διάνοιαν καὶ λόγισαι, τίς ἐστιν ἡ ταῦτα συνέχουσα δύναμις οἷόν τις σύνδεσμος τοῦ παντὸς γινομένη, καὶ ὄψει ὡς αὐτομάτως ἐν τῇ διανοίᾳ σου τῇ περὶ τῆς θείας δυνάμεως ἐννοίᾳ τὸ σχῆμα τοῦ σταυροῦ ἐγχαράσσεται ἐκ τῶν ὑψηλῶν ἐπὶ τὰ βάθη καθῆκον καὶ ἐπὶ τὰ πέρατα τῶν ἄκρων ἐγκαρσίως παρατεινόμενον. τοῦτο τὸ σχῆμα καὶ ὁ μέγας ∆αβὶδ ἐν τῷ καθ' ἑαυτὸν ὕμνησε λόγῳ, Ποῦ πορευθῶ, λέγων, ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν (τοῦτο τὸ ὕψος), ἐὰν καταβῶ εἰς τὸν ᾅδην (τοῦτο τὸ βάθος), ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον (ὅ ἐστιν ἡ ἀνατολὴ τοῦ ἡλίου-τοῦτο τὸ πλάτος), ἢ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης (οὕτω γὰρ τὰς δυσμὰς ὀνομάζει-τοῦτο τὸ μῆκος). ὁρᾷς πῶς διαζωγραφεῖ τὸ τοῦ σταυροῦ σχῆμα διὰ τῶν λεγομένων; σὺ εἶ, φησίν, ὁ διὰ πάντων ἥκων καὶ σύνδεσμος τῶν πάντων γινόμενος καὶ πάντα ἐν ἑαυτῷ διαλαμβάνων τὰ πέρατα· 9.302 ἄνω σὺ εἶ, κάτω σὺ πάρει, ἐν τῷ πέρατι τούτῳ