1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

ἑαυτοῦ ἄνθρωπον τῷ ἀληθινῷ πατρί, ἵνα δι' αὐτοῦ ἅπαν τὸ ὁμογενὲς ἐφελκύσηται, ὡς μηκέτι ὄνειδος εἶναι τοῖς δουλεύσασι τοῖς φύσει μὴ οὖσι θεοῖς. διὰ τοῦ προσαχθῆναι πάλιν τῷ ζῶντι καὶ ἀληθινῷ θεῷ μηδ' ἀποβλήτους καὶ ἀποκηρύκτους τῆς πατρῴας κληρονομίας γενέσθαι τοὺς τῷ υἱῷ διὰ τῆς υἱοθεσίας ἀκολουθήσαντας ὁ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκον τῆς ἀγαθῆς κτίσεως ἑαυτὸν διὰ τῆς σαρκὸς ποιήσας πᾶσαν τὴν φύσιν, ἧς ἐκοινώνησε, διὰ τῆς ἀνακραθείσης αὐτῷ σαρκὸς 9.306 ἐπεσπάσατο. ἀλλ' ἐπειδὴ ὁ πρὸ τοῦ Πάσχα ἄρτος ὁ ἄζυμος ὄψον τὴν πικρίδα ἔχει, ἴδωμεν τίνι ἡδύσματι ὁ μετὰ τὴν ἀνάστασιν ἄρτος ἡδύνεται. ὁρᾷς τοῦ Πέτρου ἁλιεύοντος ἐν ταῖς χερσὶ τοῦ κυρίου ἄρτον καὶ κηρίον μέλιτος· νόησον, εἰς τί σοι ἡ πικρία τοῦ βίου μετασκευάζεται. οὐκοῦν ἀναστάντες καὶ ἡμεῖς ἐκ τῆς τῶν λόγων ἁλείας ἤδη τῷ ἄρτῳ προσδράμωμεν, ὃν καταγλυκαίνει τὸ κηρίον τῆς ἀγαθῆς ἐλπίδος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.