1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

10

4.2 Ὁ τοίνυν πρὸς τοῦτον ἀποβλέπων τὸν βίον καὶ τὴν ἀρετὴν ἑαυτῷ θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περι γράφει, ἆρα καταδέξεταί ποτε πρός τι τῶν ταπεινῶν καὶ πε πατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλῖναι; Ἆρα θαυμάσεται τὸν γήϊνον πλοῦτον ἢ δυναστείαν ἀνθρωπίνην ἢ ἄλλο τι τῶν ὑπὸ ἀνοίας σπουδαζομένων; Εἰ μὲν γάρ τις ἔτι περὶ ταῦτα διάκειται ταπεινῶς, ἔξω τοῦ τοιούτου ἂν εἴη χοροῦ καὶ οὐδὲν πρὸς τὸν ἡμέτερον ἕξει λόγον· εἰ δὲ τὰ ἄνω φρονεῖ καὶ συμμετεωροπορεῖ τῷ θεῷ, ὑψηλότερος πάντως τῶν τοιούτων ἐστὶν οὐκ ἔχων τὴν κοινὴν ἀφορμὴν τῆς περὶ τὰ τοιαῦτα πλάνης, τὸν γάμον λέγω. Τὸ γὰρ ὑπὲρ τοὺς ἄλλους θέλειν εἶναι, τὸ χαλεπὸν τοῦτο πάθος ἡ ὑπερηφανία, ὃ δὴ μάλιστα σπέρμα τις εἰπὼν ἢ ῥίζαν πάσης τῆς κατὰ τὴν ἁμαρτίαν ἀκάνθης τοῦ εἰκότος οὐχ ἁμαρτήσεται, τοῦτο μάλιστα ἐκ τῆς αἰτίας τοῦ γάμου τὴν ἀρχὴν ἔχει.

4.3 Οὐ γὰρ ἔστιν ὡς ἐπὶ τὸ πολὺ τὸν πλεονέκτην μὴ τοὺς παῖδας ἐπαιτιᾶσθαι ἢ τὸν δοξομανῆ καὶ φιλότιμον μὴ εἰς τὸ γένος ἀνενεγκεῖν τοῦ κακοῦ τὴν αἰτίαν, ὡς ἂν μὴ ἐλάττων δοκοίη τῶν πρὸ αὐτοῦ γεγονότων, καὶ ἵνα μέγας τοῖς μετὰ ταῦτα νομίζοιτο καταλιπών τινα τοῖς ἐξ αὐτοῦ διηγήματα· ὡσαύτως δὲ καὶ τὰ λοιπὰ ὅσα ψυχῆς ἐστιν ἀρρωστήματα, φθόνος καὶ μνησικακία καὶ μῖσος καὶ εἴ τι τοιοῦτον ἕτερον, τῆς αὐτῆς αἰτίας ἤρτηται. Πάντα γὰρ ταῦτα τοῖς περὶ τὸν βίον τοῦτον ἐπτοημένοις συμπολιτεύεται, ὧν ὁ ἔξω γενόμενος, καθάπερ ἐπί τινος ὑψηλῆς σκοπιᾶς πόρρωθεν ἐποπτεύων τὰ ἀνθρώπινα πάθη, οἰκτείρει τῆς τυφλότητος τοὺς τῇ τοιαύτῃ ματαιότητι δεδουλωμένους καὶ μέγα κρίνοντας τὴν τῆς σαρκὸς εὐπραγίαν. Ὅταν γάρ τινα τῶν ἀνθρώπων ἐπί τινι τῶν κατὰ τὸν βίον ἴδῃ περίβλεπτον, ἀξιώμασιν ἢ πλούτοις ἢ δυνα στείαις κομῶντα, καταγελᾷ τῆς ἀνοίας τῶν διὰ ταῦτα πεφυσημένων καὶ ἀριθμεῖ τὸν μήκιστον χρόνον τοῦ ἀν θρωπίνου βίου κατὰ τὴν εἰρημένην ὑπὸ τοῦ ψαλμῳδοῦ προθεσμίαν. Εἶτα παραμετρῶν τοῖς ἀπείροις αἰῶσι τὸ ἀκαριαῖον τοῦτο διάστημα, ἐλεεῖ τῆς χαυνότητος τὸν ἐπὶ τοῖς οὕτω γλίσχροις καὶ ταπεινοῖς καὶ προσκαίροις τὴν ψυχὴν ἐπαιρόμενον. Τί γὰρ ἄξιόν ἐστι μακαρισμοῦ τῶν ἐνταῦθα; Ἡ τιμή, τὸ παρὰ πολλῶν σπουδαζόμενον; -Ἐπειδὴ τί πλέον τοῖς τετιμημένοις προστίθησι; ∆ιαμένει γὰρ θνητὸς ὁ θνητός, κἂν τιμᾶται κἂν μή. -Ἢ τὸ πολλὰ πλέθρα κεκτῆσθαι γῆς; Τοῦτο δὲ εἰς τί πέρας χρηστὸν καταλήγει τοῖς κτησαμένοις, ἐκτὸς τοῦ οἴεσθαι τὸν ἀνόητον ἑαυτοῦ εἶναι τὰ μηδὲν προσήκοντα; Ἀγνοεῖ γάρ, ὡς ἔοικεν, ὑπὸ τῆς πολλῆς λαιμαργίας, ὅτι «τοῦ κυρίου μέν ἐστιν ἀληθῶς ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς»-»βασιλεὺς γὰρ πάσης τῆς γῆς ὁ θεός»-, τοῖς δὲ ἀνθρώποις τὸ τῆς πλεονεξίας πάθος ψευδώνυμον τῆς κυριότητος τὴν προσηγορίαν δίδωσι τῶν οὐδὲν προσηκόντων. «Ἡ μὲν γὰρ γῆ», καθώς φησιν ὁ σοφὸς ἐκκλησιαστής, «εἰς τὸν αἰῶνα ἕστηκε» πάσαις ὑπηρετοῦσα ταῖς γενεαῖς καὶ ἄλλοτε ἄλλους τοὺς κατ' αὐτὴν γινο μένους ἐκτρέφουσα· οἱ δὲ ἄνθρωποι, οὐδὲ ἑαυτῶν ὄντες κύριοι, ἀλλὰ πρὸς τὸ τοῦ ἄγοντος βούλημα ὅτε οὐκ ἴσασιν εἰς τὴν ζωὴν παριόντες, καὶ ὅτε μὴ βούλονται πάλιν αὐτῆς χωριζόμενοι, ὑπὸ τῆς πολλῆς ματαιότητος κυριεύειν οἴονται αὐτῆς, οἱ κατὰ καιροὺς γινόμενοί τε καὶ ἀπολλύ μενοι τῆς ἀεὶ μενούσης.

4.4 Ὁ οὖν ἐπεσκεμμένος ταῦτα καὶ διὰ τοῦτο περιφρονῶν ὅσα τίμια τοῖς ἀνθρώποις νομίζεται, μόνης δὲ τῆς θείας ζωῆς ἔχων τὸν ἔρωτα, ὁ εἰδὼς ὅτι «Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου», πότε σπουδῆς ἄξιον τὸν χόρτον οἰήσεται τὸν σήμερον ὄντα καὶ αὔριον οὐκ ἐσόμενον; Οἶδε γὰρ ὁ ἐπεσκεμμένος τὰ θεῖα καλῶς, ὅτι οὐ τὰ ἀνθρώπινα μόνον οὐκ ἔχει τὸ πάγιον, ἀλλ' ὡς οὐδὲ τοῦ κόσμου παντὸς εἰς τὸ διηνεκὲς