1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

16

μοι τοὺς ἔξω κρίνειν;» φησὶν ὁ εἰπών. Ἔξω γάρ εἰσιν ὡς ἀληθῶς ἐκεῖνοι τῆς τοῦ λόγου τῶν μυστηρίων αὐλῆς, οὐκ «ἐν τῇ σκέπῃ τοῦ θεοῦ», ἀλλ' ἐν τῇ μάνδρᾳ τοῦ πονηροῦ «αὐλιζόμενοι», οἱ «ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα» κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, καὶ διὰ τοῦτο μὴ συνιέντες, ὅτι πάσης ἀρετῆς ἐν μεσότητι θεωρου μένης ἡ ἐπὶ τὰ παρακείμενα παρατροπὴ κακία ἐστίν· ὑφέσεως γὰρ καὶ ἐπιτάσεως πανταχοῦ τις τὸ μέσον ἀπο λαβὼν τὴν ἀρετὴν ἐκ τῆς κακίας διέκρινε.

7.2 Σαφέστερος δ' ἂν ἡμῖν ὁ λόγος γένοιτο ἐπ' αὐτῶν τῶν πραγμάτων δεικνύμενος. ∆ειλία καὶ θράσος δύο κακίαι κατὰ τὸ ἐναντίον νοούμεναι, ἡ μὲν κατὰ ἔλλειψιν, ἡ δὲ κατὰ πλεο νασμὸν πεποιθήσεως, μέσην περιέχουσιν ἑαυτῶν τὴν ἀν δρείαν. Πάλιν ὁ εὐσεβὴς οὔτε ἄθεος οὔτε δεισιδαίμων ἐστίν· ἴσον γὰρ ἐπ' ἀμφοῖν τὸ ἀσέβημα καὶ τὸ μηδένα θεὸν καὶ τὸ πολλοὺς εἶναι οἴεσθαι. Βούλει καὶ δι' ἑτέρων ἐπιγνῶναι τὸ δόγμα; Ὁ φυγὼν τὸ φειδωλὸς εἶναι καὶ ἄσωτος ἐν τῇ τῶν ἐναντίων παθῶν ἀναχωρήσει τὴν ἐλευθερίαν τῷ ἤθει κατώρθωσε· τοιοῦτον γάρ τι ἡ ἐλευθερία ἐστί, τὸ μήτε πρὸς τὰς ἀμέτρους καὶ ἀνωφελεῖς δαπάνας εἰκῆ διακεῖσθαι μήτε πρὸς τὰ ἀναγκαῖα μικρολόγως ἔχειν. Οὕτω καὶ ἐπὶ τῶν λοιπῶν πάντων, ἵνα μὴ τοῖς καθ' ἕκαστον ἐπεξίωμεν, τὴν μεσότητα τῶν ἐναντίων ἀρετὴν ὁ λόγος ἐγνώρισεν. Οὐκοῦν καὶ ἡ σωφροσύνη μεσότης ἐστί, καὶ φανερὰς ἔχει τὰς ἐφ' ἑκάτερα πρὸς κακίαν παρατροπάς· ὁ μὲν γὰρ ἐλλείπων κατὰ τὸν τῆς ψυχῆς τόνον καὶ εὐκαταγώνιστος τῷ τῆς ἡδονῆς πάθει γενόμενος καὶ διὰ τοῦτο μηδὲ προσ εγγίσας τῇ ὁδῷ τοῦ καθαροῦ βίου καὶ σώφρονος «εἰς τὰ πάθη τῆς ἀτιμίας» κατώλισθεν· ὁ δὲ παρελθὼν τῆς σωφρο σύνης τὸ βάσιμον καὶ ὑπερπεσὼν τοῦ μέσου τῆς ἀρετῆς, οἷον κρημνῷ τινι «τῇ διδασκαλίᾳ τῶν δαιμόνων» ἐγκατη νέχθη «καυτηριάζων», καθώς φησιν ὁ ἀπόστολος, «τὴν ἰδίαν συνείδησιν». Ἐν ᾧ γὰρ βδελυκτὸν εἶναι τὸν γάμον ὁρίζεται, ἑαυτὸν στίζει τοῖς τοῦ γάμου ὀνειδισμοῖς· εἰ γὰρ τὸ δένδρον κακόν, καθώς φησί που τὸ εὐαγγέλιον, καὶ ὁ καρπὸς πάντως τοῦ δένδρου ἄξιος. Εἰ δὴ τοῦ φυτοῦ τοῦ κατὰ τὸν γάμον βλάστημα καὶ καρπός ἐστιν ὁ ἄνθρωπος, τὰ τοῦ γάμου ὀνείδη πάντως τοῦ προφέροντος γίνεται.

7.3 Ἀλλ' ἐκεῖνοι μὲν στιγματίαι τὴν συνείδησιν καὶ κατα μεμωλωπισμένοι τῇ ἀτοπίᾳ τοῦ δόγματος διὰ τῶν τοιού των ἐλέγχονται. Ἡμεῖς δὲ ταῦτα καὶ περὶ τοῦ γάμου γινώ σκομεν, ὡς δεῖν προηγουμένην εἶναι τὴν περὶ τὰ θεῖα σπουδήν τε καὶ ἐπιθυμίαν, τῆς δὲ τοῦ γάμου λειτουργίας μὴ ὑπερορᾶν τὸν σωφρόνως τε καὶ μεμετρημένως κεχρῆσθαι δυνάμενον. Οἷος ἦν ὁ πατριάρχης Ἰσαάκ, ὃς οὐκ ἐν ἀκμῇ τῆς ἡλικίας, ἵνα μὴ πάθους ἔργον ὁ γάμος γένηται, ἀλλ' ἤδη τῆς νεότητος ὑπαναλωθείσης αὐτῷ δέχεται τὴν τῆς Ῥεβέκκας συνοίκησιν διὰ τὴν ἐπὶ τῷ σπέρματι τοῦ θεοῦ εὐλογίαν, καὶ μέχρι μιᾶς ὠδῖνος ὑπηρετήσας τῷ γάμῳ, πάλιν τῶν ἀοράτων ὅλος ἦν μύσας τὰ σωματικὰ αἰσθητήρια· τοῦτο γὰρ ἡ ἱστορία δοκεῖ μοι σημαίνειν τὴν βαρύτητα τῶν ὀφθαλμῶν τοῦ πατριάρχου διηγουμένη.

8.t Κεφάλαιον ηʹ Ὅτι δύσκολόν ἐστι τοῦ σκοποῦ τυχεῖν τὸν εἰς πολλὰ

τῇ ψυχῇ μεριζόμενον.

8.1 Ἀλλὰ ταῦτα μὲν ἐχέτω ὅπως ἂν ἔχειν δοκῇ τοῖς τὰ τοιαῦτα καθορᾶν ἐπιστήμοσιν· ἡμεῖς δὲ πρὸς τὰ συνεχῆ τοῦ λόγου προΐωμεν. Τί οὖν ἦν τὸ λεγόμενον; ὅτι ἐὰν ἐξῇ μήτε τῆς θειοτέρας ἐπιθυμίας ἀφίστασθαι μήτε ἀποφεύγειν τὸν γάμον, οὐδείς ἐστι λόγος ὁ ἀθετῶν τὴν οἰκονομίαν τῆς