1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

17

φύσεως καὶ ὡς βδελυκτὸν διαβάλλων τὸ τίμιον. Καθάπερ γὰρ ἐπὶ τοῦ προρρηθέντος ἡμῖν τοῦ κατὰ τὸ ὕδωρ καὶ τὴν πηγὴν ὑποδείγματος, ὅταν ἐπί τι χωρίον διο χετεύων ὁ γεωργὸς τὸ ὕδωρ ἐφέλκηται, γένηται δέ τις καὶ διὰ μέσου χρεία βραχείας ἀπορροῆς, τοσοῦτον μόνον δώσει παραρρυῆναι, ὅσον τῇ ἐπιζητούσῃ χρείᾳ σύμμετρον γινό μενον, πάλιν εὐκόλως ἀναμιχθῆναι τῷ ῥείθρῳ· εἰ δὲ ἀπείρως καὶ ἀταμιεύτως ἀνοίξειε τῷ ὕδατι τὴν ἀπόρ ροιαν, κινδυνεύσει τῆς εὐθείας ἀφέμενον ὅλον ἐκχαραδρωθῆ ναι κατὰ τὸ πλάγιον- τὸν αὐτὸν τρόπον, ἐπειδὴ χρεία τῷ βίῳ καὶ τῆς ἐξ ἀλλήλων διαδοχῆς, εἰ μέν τις οὕτω χρήσαιτο τῷ γινομένῳ, ὡς προηγουμένων τῶν πνευματικῶν φειδω λῇ καὶ ὑπεσταλμένῃ κεχρῆσθαι τῇ περὶ τὰ τοιαῦτα ἐπι θυμίᾳ διὰ τὴν τοῦ καιροῦ συστολήν, οὗτος ὁ σώφρων ἂν εἴη γεωργὸς ὁ ἐν σοφίᾳ γεωργῶν ἑαυτὸν κατὰ τὸ παράγ γελμα τοῦ ἀποστόλου, οὐκ ἀεὶ περὶ τὰς ἀποδόσεις τῶν ψυχρῶν ἐκείνων ὀφλημάτων μικρολογούμενος, ἀλλὰ τὴν ἐκ συμφώνου καθαρότητα τῇ σχολῇ τῶν προσευχῶν ἀφορίζων, ὁ δεδοικὼς μὴ διὰ τῆς τοιαύτης προσπαθείας ὅλος γένηται σὰρξ καὶ αἷμα, «ἐν οἷς οὐ καταμένει τὸ τοῦ θεοῦ πνεῦμα»· ὁ δὲ ἀσθενῶς διακείμενος, ὡς μὴ δύνασθαι ἂν πρὸς τὴν τῆς φύσεως φορὰν ἀνδρικῶς στῆναι, κρείττων ἂν εἴη πόρρω τῶν τοιούτων ἑαυτὸν ἀνέχων μᾶλλον ἢ εἰς ἀγῶνα κατιὼν μείζονα τῆς δυνάμεως. Κίνδυνος γὰρ οὐ μικρὸς παρακρουσθέντα τὸν τοιοῦτον ἐν τῇ πείρᾳ τῆς ἡδονῆς μηδὲν ἕτερον ἀγαθὸν οἰηθῆναι ἢ τὸ διὰ σαρκὸς μετὰ προσπαθείας τινὸς λαμβανόμενον καὶ ἀποστρέψαντα παντελῶς τὸν ἑαυτοῦ νοῦν ἀπὸ τῆς τῶν ἀσωμάτων ἀγαθῶν ἐπιθυμίας ὅλον σάρκινον γενέσθαι, τὸ ἐν τούτοις ἡδὺ διὰ παντὸς τρόπου θηρεύοντα, ὡς «φιλήδονον αὐτὸν μᾶλλον εἶναι ἢ φιλόθεον». Ἐπειδὴ τοίνυν διὰ τὸ τῆς φύσεως ἀσθε νὲς οὐ παντός ἐστι τῆς εἰς τὰ τοιαῦτα συμμετρίας ἐπιτυγχά νειν, ἐπικίνδυνον δὲ τὸ ἔξω τοῦ μέτρου παρενεχθέντα «εἰς ὕλην βυθοῦ» κατὰ τὸν ψαλμῳδὸν ἐμπαγῆναι, λυσιτελὲς ἂν εἴη, καθὼς ὑφηγεῖται ὁ λόγος, ἀπείρατον τῶν τοιούτων δια βιῶναι, ὡς ἂν μὴ τῇ προφάσει τῶν συγκεχωρημένων εἴσοδον λάβοι κατὰ τῆς ψυχῆς τὰ πάθη.

9.t Κεφάλαιον θʹ Ὅτι δυσμετάθετον ἐπὶ παντὸς ἡ συνήθεια.

9.1 Ἀμήχανον γάρ τί ἐστιν ἐπὶ παντὸς ἡ συνήθεια, πολλὴν ἔχουσα

δύναμιν πρὸς ἑαυτὴν ἑλκύσαι καὶ ἐπισπάσασθαι τὴν ψυχὴν καί τινα καλοῦ παρασχεῖν φαντασίαν, ἐν ᾧ ἄν τις σχέσιν καὶ προσπάθειαν διὰ τοῦ προσεθισμοῦ τινα κτήσηται. Καὶ οὐδὲν οὕτω τῇ φύσει φευκτόν ἐστιν, ὡς ἐν συνηθείᾳ γενόμενον μὴ καὶ σπουδῆς ἄξιον καὶ αἱρετὸν νομισθῆναι. Ἀπόδειξις τοῦ λόγου ὁ ἀνθρώπινος βίος, ἐν ᾧ τοσούτων ὄντων ἐθνῶν οὐ τὰ αὐτὰ πᾶσι σπουδάζεται, ἄλλα δὲ παρ' ἑτέροις ἐστὶ καλά τε καὶ τίμια, τῆς παρ' ἑκάστοις συνηθείας τὴν περί τι σπουδήν τε καὶ ἐπιθυμίαν ποιούσης. Καὶ οὐ μόνον κατὰ τὰ ἔθνη τὴν τοιαύτην παραλ λαγὴν ἔστιν ἰδεῖν τῶν αὐτῶν ἐπιτηδευμάτων παρά τισι μὲν θαυμαζομένων, διαβαλλομένων δὲ παρ' ἑτέροις, ἀλλὰ καὶ ἐπὶ τοῦ αὐτοῦ ἔθνους καὶ τῆς αὐτῆς πόλεως καὶ γένους, ἐν οἷς πολλὴν διαφορὰν ἔστιν ἰδεῖν ἐκ τῆς συνηθείας ἑκάστοις ἐγγινομένην. Οὕτως ἐκ μιᾶς ὠδῖνος ἀδελφοὶ προελθόντες εἰς γένεσιν τοῖς ἐπιτηδεύμασι τῷ βίῳ πλεῖστον ἀπ' ἀλλήλων ἐσχίσθησαν· καὶ οὔπω τοῦτο θαυμαστόν, ἐπεὶ καὶ ὁ καθ' ἕκαστον ἄνθρωπος οὐ τὴν αὐτὴν ὡς ἐπὶ τὸ πολὺ περὶ τοῦ αὐτοῦ πράγματος κρίσιν ἔχει, ἀλλ' ὡς ἂν περὶ ἕκαστον ἀπὸ τῆς συνηθείας διατεθῇ. Καὶ ἵνα μὴ τὰ πόρρω τοῦ πράγματος λέγωμεν, πολλοὺς ἡμεῖς ἐγνω ρίσαμεν ἐραστὰς μάλιστα τῆς σωφροσύνης εὐθὺς παρὰ τὴν πρώτην ἡλικίαν