1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

25

ἀγνοῆσαι. ∆ιὸ καὶ ἀπερρήθη τοῖς πρωτοπλάστοις τὸ μὴ μετὰ τοῦ καλοῦ καὶ τὴν τῶν ἐναντίων γνῶσιν λαβεῖν, ἀλλ' ἀποσχέσθαι μὲν «τοῦ γνωστοῦ καλοῦ τε καὶ πονηροῦ», καθαρὸν δὲ καὶ ἀμιγὲς καὶ ἀμέτοχον τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι· ὅπερ οὐδὲν ἄλλο ἐστίν, ὥς γε ὁ ἐμὸς λόγος, ἢ μετὰ τοῦ θεοῦ εἶναι μόνου καὶ ταύτην ἄπαυστον ἔχειν καὶ διηνεκῆ τὴν τρυφὴν καὶ μὴ συγκαταμιγνύειν τῇ ἀπολαύσει τοῦ καλοῦ τὰ πρὸς τὸ ἐναντίον ἀφέλκοντα. Καὶ εἰ χρὴ τολμήσαντα εἰπεῖν, τάχα οὕτως ἄν τις ἀπὸ τοῦ κόσμου τούτου, ὃς «ἐν τῷ πονηρῷ κεῖται», ἁρπαγείη πάλιν εἰς τὸν παράδεισον, ἐν ᾧ καὶ Παῦλος γενόμενος ἤκουσέ τε καὶ εἶδε τὰ ἄρρητα καὶ ἀθέατα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

13.2 Ἀλλ' ἐπειδὴ ὁ μὲν παράδεισος ζώντων ἐστὶν οἰκητή ριον τοὺς διὰ τῆς ἁμαρτίας νεκρωθέντας οὐ προσδεχό μενος, ἡμεῖς δὲ σάρκινοι καὶ θνητοί, πεπραμένοι τῇ ἁμαρτίᾳ, πῶς ἔστιν «ἐν τῇ χώρᾳ τῶν ζώντων» γενέσθαι τὸν τῇ δυναστείᾳ τοῦ θανάτου κρατούμενον; Ποῖον τρόπον καὶ ποίαν ἐπίνοιαν ἐξεύροι τις ἄν, ὅπως ἔξω τῆς ἐξουσίας ταύτης γενήσεται; Ἀλλ' ἀρκεῖ πάντως καὶ πρὸς τοῦτο ἡ τοῦ εὐαγγελίου ὑφήγησις. Οὐκοῦν ἠκούσαμεν τοῦ κυρίου πρὸς τὸν Νικόδημον λέγοντος, ὅτι «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.» Οἴδαμεν δὲ τὴν μὲν σάρκα θανάτῳ διὰ τὴν ἁμαρτίαν οὖσαν ὑπόδικον, τὸ δὲ πνεῦμα τοῦ θεοῦ καὶ ἄφθαρτον καὶ ζωοποιὸν καὶ ἀθάνατον. 13.3 Ὥσπερ τοίνυν τῇ κατὰ σάρκα γενέσει συναπόκειται πάντως καὶ ἡ διαλύουσα δύναμις τὸ γεννώμενον, οὕτω δηλαδὴ καὶ τὸ πνεῦμα τοῖς δι' αὐτοῦ γεννωμένοις τὴν ζωοποιὸν ἐναποτίθεται δύναμιν. Τί οὖν ἀνακύπτει διὰ τῶν εἰρημένων; ἀποστάντας ἡμᾶς τῆς κατὰ σάρκα ζωῆς, ᾗ πάντως ἐπακολουθεῖ καὶ ὁ θάνατος, τοιοῦτον ἐπιζητῆσαι βίον, ὃς οὐκέτι τοῦ θανάτου τὴν ἀκολουθίαν ἐφέλκεται· οὗτος δέ ἐστιν ὁ ἐν παρθενίᾳ βίος. Καὶ ὡς ἀληθῆ ταῦτα μικρῶν προστεθέντων ἔσται καταφανέστερα. Τίς γὰρ οὐκ οἶδεν, ὅτι τῆς μὲν σωματικῆς συναφείας τὸ ἔργον σωμάτων θνητῶν ἐστι κατασκευή, τῆς δὲ πρὸς τὸ πνεῦμα κοινωνίας ζωὴ καὶ ἀφθαρσία τοῖς συναφθεῖσιν ἀντὶ τέκνων προσγί νεται; Καὶ καλῶς ἐστι τὸ ἀποστολικὸν εἰπεῖν ἐπὶ τούτῳ ὅτι «σῴζεται διὰ τῆς τεκνογονίας» ταύτης ἡ τῶν τοιούτων τέκνων μήτηρ εὐφραινομένη, καθὼς ἐν θείοις ὕμνοις ὁ ψαλμῳδὸς ἀνευφήμησεν εἰπών· «Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.» Εὐφραίνεται γὰρ ὡς ἀληθῶς ἡ παρθένος μήτηρ, ἡ τὰ ἀθάνατα τέκνα κυοφοροῦσα διὰ τοῦ πνεύματος, στεῖρα διὰ τὴν σωφρο σύνην ὑπὸ τοῦ προφήτου ὠνομασμένη.

14.t Κεφάλαιον ιδʹ Ὅτι ἡ παρθενία κρείττων τῆς τοῦ θανάτου

δυναστείας ἐστίν. 14.1 Οὐκοῦν ὁ τοιοῦτος βίος προτιμητέος τοῖς γε νοῦν ἔχουσιν, ὃς

κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν. Ἡ γὰρ σωματικὴ παιδοποιία-καὶ μηδεὶς δυσχεράνῃ τὸν λόγον-οὐ μᾶλλον ζωῆς ἀλλὰ θανάτου τοῖς ἀνθρώποις ἀφορμὴ γίνεται· ἀπὸ γὰρ γενέσεως ἡ φθορὰ τὴν ἀρχὴν ἔχει, ἧς οἱ παυσάμενοι διὰ τῆς παρθενίας ἐν ἑαυτοῖς ἔστησαν τὴν τοῦ θανάτου περιγραφήν, περαιτέρω προελθεῖν αὐτὸν δι' ἑαυτῶν κωλύσαντες, καὶ ὥσπερ τι μεθόριον θανάτου καὶ ζωῆς ἑαυτοὺς στήσαντες ἐπέσχον αὐτὸν τῆς ἐπὶ πρόσω φορᾶς. Εἰ οὖν οὐ δύναται παρελθεῖν τὴν παρθενίαν ὁ θάνατος, ἀλλ' ἐν αὐτῇ καταλήγει καὶ καταλύε, σαφῶς ἀποδείκνυται τὸ κρεῖττον εἶναι τοῦ θανάτου τὴν παρθενίαν, καὶ καλῶς ἄφθορον ὀνομάζεται σῶμα τὸ μὴ ὑπουργῆσαν τῇ τοῦ