1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

26

φθαρτοῦ βίου ὑπηρεσίᾳ μηδὲ τῆς θνητῆς διαδοχῆς ὄργανον γενέσθαι καταδεξάμενον. Ἐν τούτῳ γὰρ διεκόπη τὸ συνεχὲς τῆς τοῦ φθείρεσθαι καὶ ἀποθνῄσκειν ἀκολουθίας, ὅπερ ἀπὸ τοῦ πρωτοπλάστου καὶ μέχρι τῆς τοῦ παρθενεύοντος ζωῆς διὰ μέσου γέγονεν· οὐ γὰρ ἦν δυνατὸν ἀργῆσαί ποτε τὸν θάνατον, ἐνεργου μένης διὰ τοῦ γάμου τῆς ἀνθρωπίνης γενέσεως. Ἀλλὰ πάσαις ταῖς προλαβούσαις γενεαῖς συμπαροδεύων καὶ τοῖς ἀεὶ παραγινομένοις εἰς τὸν βίον συνδιεξερχόμενος, ὅρον τῆς ἐνεργείας ἑαυτοῦ τὴν παρθενίαν εὗρεν, ὃν παρελθεῖν τῶν ἀμηχάνων ἐστίν· ὥσπερ γὰρ ἐπὶ τῆς θεοτόκου Μαρίας «ὁ βασιλεύσας ἀπὸ Ἀδὰμ μέχρις» ἐκείνης «θάνατος», ἐπειδὴ καὶ κατ' αὐτὴν ἐγένετο, καθάπερ τινὶ πέτρᾳ τῷ καρπῷ τῆς παρθενίας προσπταίσας περὶ αὐτὴν συνετρίβη, οὕτως ἐν πάσῃ ψυχῇ τῇ διὰ παρθενίας τὴν ἐν σαρκὶ παριούσῃ ζωὴν συντρίβεταί πως καὶ καταλύεται τοῦ θανάτου τὸ κράτος, οὐκ ἔχοντος τίσι τὸ ἑαυτοῦ κέντρον ἐναπερείσηται. Καὶ γὰρ τὸ πῦρ, εἰ μὴ ὑποβληθείη ξύλα καὶ καλάμη καὶ χόρτος αὐτῷ ἢ ἄλλο τι τῶν ὑπὸ πυρὸς δαπανωμένων, οὐκ ἔχει φύσιν ἐφ' ἑαυτῷ μένειν· οὕτως οὐδὲ τοῦ θανάτου ἡ δύναμις ἐνεργήσει, μὴ τοῦ γάμου τὴν ὕλην ὑποτιθέντος αὐτῷ καὶ τοὺς τεθνηξομένους οἷον καταδίκους τινὰς ἑτοιμά ζοντος.

14.2 Εἰ δὲ ἀμφιβάλλεις, ἐπίσκεψαι τῶν συμφορῶν τὰ ὀνό ματα, ὅσα ἐκ τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπάγεται, καθὼς ἤδη καὶ κατ' ἀρχὰς τοῦ λόγου προείρηται. Πόθεν τὴν ἀρχὴν ἔχει; Ἆρ' ἔστι χηρείαν ὀδύρεσθαι ἢ ὀρφανίαν ἢ τὴν ἐπὶ παισὶ συμφορὰν μὴ προλαβόντος τοῦ γάμου; Αἱ γὰρ περισπούδαστοι θυμηδίαι καὶ εὐφροσύναι καὶ ἡδοναί, καὶ πάντα ὅσα περὶ τὸν γάμον σπουδάζεται, ταῖς τοιαύταις ὀδύναις ἐναπολήγουσιν. Ὥσπερ γὰρ τοῦ ξίφους ἡ μὲν λαβὴ λεία καὶ εὐαφὴς καὶ περιεξεσμένη καὶ στίλβουσα καὶ τῷ τύπῳ τῆς παλάμης ἐμφυομένη, τὸ δὲ λοιπὸν σίδηρός ἐστι, θανάτου ὄργανον, φοβερὸν μὲν ἰδεῖν, φοβερώτερον δὲ εἰς πεῖραν ἐλθεῖν, τοιοῦτόν τι καὶ ὁ γάμος ἐστί, καθάπερ λαβήν τινα διά τινος εὐμηχάνου τορείας ὡραϊσμένην τὸ λεῖον καὶ ἐπιπόλαιον τῆς ἡδονῆς προτείνων τῇ ἐπαφῇ τῆς αἰσθήσεως, ἀλλ' ἐπειδὰν ἐν χερσὶ γένηται τοῦ ἁψαμένου καὶ τὴν τῶν ἀλγεινῶν παρουσίαν συνημμένως μεθ' ἑαυτοῦ συνεισήγαγε, πένθους καὶ συμφορῶν δημιουργὸς τοῖς ἀνθρώποις γινόμενος.

14.3 Οὗτος ἔδειξε τὰ ἐλεεινὰ καὶ πλήρη δακρύων θεάματα· παῖδας ἐν ἀωρίᾳ τῆς ἡλικίας ἠρημωμένους καὶ λάφυρον προκειμένους τοῖς δυναστεύουσιν, ἐπιμειδιῶντας πολλάκις ὑπὸ τῆς τῶν κακῶν ἀγνοίας τῷ δυστυχήματι. Χηρείας δὲ γένεσις τίς ἄλλη καὶ οὐχὶ γάμος ἐστίν; Οὐκοῦν ἡ ἀναχώ ρησις τούτου πάντων ἀθρόως τῶν κακῶν τούτων λειτουρ γημάτων τὴν ἀτέλειαν ἔχει, καὶ οὐδὲν ἀπεικός· ὅπου γὰρ ἀναλύεται μὲν ἡ ἐξ ἀρχῆς ὁρισθεῖσα κατὰ τῶν πεπλημμελη κότων κατάκρισις, οὐκέτι δὲ θλίψεις τῶν μητέρων κατὰ τὸ γεγραμμένον πληθύνονται οὐδὲ λύπη τῆς ἀνθρωπίνης προηγεῖται γενέσεως, συνανῄρηται πάντως ἡ ἀπὸ τοῦ βίου συμφορὰ καὶ ἀφῄρηται τῶν προσώπων τὸ δάκρυον, καθώς φησιν ὁ προφήτης· οὐ γὰρ ἐν ἀνομίαις ἐστὶν ἡ σύλληψις ἔτι, οὐδὲ ἐν ἁμαρτίαις ἡ κύησις, οὐδὲ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς καὶ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ θεοῦ μόνου ἡ γέννησις γίνεται. Τοῦτο δὲ γίνεται, ὅταν συλλαμ βάνῃ μέν τις ἐν τῷ ζωτικῷ τῆς καρδίας τὴν ἀφθαρσίαν τοῦ πνεύματος, τίκτῃ δὲ «σοφίαν τε καὶ δικαιοσύνην, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν». Παντὶ γὰρ ἔξεστι μητέρα γενέσθαι τοῦ ταῦτα ὄντος, καθώς φησί που ὁ κύριος, ὅτι «Ὁ τὸ θέλημά μου ποιῶν καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ μού ἐστιν.» 14.4 Τίνα οὖν χώραν ἔχει ἔτι ἐπὶ τῶν τοιούτων κυημάτων ὁ θάνατος; Ὄντως «κατεπόθη ἐν