1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

32

οἰέσθω, ὥστε ἐν ὀλίγῳ παρατηρήματι σαρκὸς κατορθοῦν νομίζειν τὸ τοσοῦτον πρᾶγμα-ἀλλ' ἐπειδὴ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν», ἡ ἐν παντὶ πράγματι καὶ ἐπιτηδεύματι πρὸς κακίαν παρα τροπὴ δουλοῦταί πως τὸν ἄνθρωπον καὶ στιγματίαν ποιεῖ μώλωπας αὐτῷ καὶ ἐγκαύματα διὰ τῶν τῆς ἁμαρτίας πληγῶν ἐμποιοῦσα, ὥστε τὸν τοῦ μεγάλου σκοποῦ τοῦ κατὰ τὴν παρθενίαν ἁψάμενον ἐν πᾶσι προσήκειν ἑαυτῷ εἶναι ὅμοιον καὶ πάσῃ τῇ ζωῇ συνεμφαίνειν τὴν καθαρό τητα. Οὕτως καὶ ἡ ἁλιευτικὴ τέχνη ποιεῖ κατὰ τὴν τοῦ κυρίου παραβολήν, τοὺς χρηστοὺς καὶ ἐδωδίμους τῶν ἰχθύων ἀπὸ τῶν πονηρῶν τε καὶ δηλητηρίων διαχωρίζουσα, ὡς ἂν μή τινος τῶν ἐναντίων συνεισπεσόντος τοῖς ἀγγείοις, καὶ ἡ τῶν χρησίμων ἀπόλαυσις συναχρειωθῇ. Τοῦτο καὶ τῆς ἀληθινῆς σωφροσύνης ἔργον ἐστί, τὸ ἐκ πάντων τῶν ἐπι τηδευμάτων τὸ καθαρόν τε καὶ ὠφέλιμον ἐκλεγομένην ἐν παντὶ τὸ ἄχρηστον ἀποποιεῖσθαι καὶ ἐναφιέναι τοῦτο τῷ κοινῷ καὶ κοσμικῷ βίῳ, θαλάσσῃ τροπικῶς ὑπὸ τῆς παρα βολῆς ὠνομασμένῳ· καθὼς καὶ ὁ ψαλμῳδὸς ὀνομάζει, διδασκαλίαν ἐξομολογήσεως ἔν τινι τῶν ψαλμῶν ἡμῖν ὑφηγούμενος, τὸν ἄστατον τοῦτον καὶ ἐμπαθῆ καὶ ταρα χώδη βίον «ὕδατα ψυχῆς ἁπτόμενα καὶ βάθη θαλάσσης καὶ καταιγίδα» καλῶν, ἐν ᾗ πᾶσα μὲν ἀποστατικὴ διάνοια καθ' ὁμοιότητα τῶν Αἰγυπτίων «ὡς λίθος εἰς τὸν βυθὸν καταδύεται», ὅσον δὲ θεῷ φίλον καὶ διορατικὸν τῆς ἀλη θείας ἐστίν, ὅπερ Ἰσραὴλ ὑπὸ τῆς ἱστορίας ὠνόμασται, τοῦτο μόνον ὡς ξηρὰν αὐτὴν διεξέρχεται οὐδαμοῦ τῆς πικρίας καὶ τῆς ἅλμης τῶν βιωτικῶν κυμάτων συνεφαπτόμενον. Οὕτω τυπικῶς ὑπὸ καθηγεμόνι τῷ νόμῳ-τύπος δὲ ἦν ὁ Μωϋσῆς τοῦ νόμου-καὶ ὁ Ἰσραὴλ τὴν θάλασσαν διεπέρασεν ἄβρο χος, καὶ τούτῳ συνδιαπερῶν ὁ Αἰγύπτιος ὑποβρύχιος ἦν, ἑκάτερος ὑπὸ τῆς συμπαρούσης ἑαυτῷ διαθέσεως, ὁ μὲν κούφως διεξιών, ὁ δὲ εἰς βυθὸν καθελκόμενος. Κοῦφον μὲν γάρ τι καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή· πάντες γὰρ οἱ κατ' αὐτὴν ζῶντες «ὡς νεφέλαι πέτονται» κατὰ τὸν Ἡσαΐαν «καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς»· βαρὺ δὲ ἡ ἁμαρτία, καθώς φησί τις τῶν προφητῶν, ἐπὶ τάλαντον μολύβδου καθεζομένη. Εἰ δέ τινι βεβιασμένη καὶ ἀπρόσκολ λος ἡ τοιαύτη τῆς ἱστορίας ἐκδοχὴ φαίνεται, καὶ οὐ δέχεται πρὸς ὠφέλειαν ἡμῶν τὴν διὰ τῆς θαλάσσης θαυματοποιίαν ἀναγεγράφθαι, ἀκουσάτω τοῦ ἀποστόλου ὅτι «Ἐκείνοις μὲν συνέβαινε τυπικῶς, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.»

19.t Κεφάλαιον ιθʹ Μνήμη Μαρίας τῆς ἀδελφῆς Ἀαρὼν ὡς ἀρξαμέ νης

τούτου τοῦ κατορθώματος. 19.1 Ἡμῖν δὲ δίδωσι τὰ τοιαῦτα ὑπονοεῖν καὶ ἡ προφῆτις Μαριὰμ

εὐθέως μετὰ τὴν θάλασσαν ξηρὸν καὶ εὔηχον μεταχειριζομένη τὸ τύμπανον καὶ τοῦ χοροῦ τῶν γυναικῶν προπομπεύουσα· τάχα γὰρ διὰ τοῦ τυμπάνου τὴν παρ θενίαν ἔοικεν ὁ λόγος αἰνίττεσθαι ὑπὸ τῆς Μαρίας πρώτης κατορθωθεῖσαν, δι' ἧς οἶμαι καὶ τὴν θεοτόκον προδιατυ ποῦσθαι Μαρίαν. Ὥσπερ γὰρ τὸ τύμπανον πολὺν τὸν ἦχον ἀφίησι, πάσης ἰκμάδος κεχωρισμένον καὶ ξηρὸν εἰς ἄκρον γενόμενον, οὕτω καὶ ἡ παρθενία λαμπρά τε καὶ περιβόητος γίνεται μηδὲν ἐν ἑαυτῇ τῆς ζωτικῆς ἰκμάδος κατὰ τὸν βίον τοῦτον προσδεχομένη. Εἰ οὖν νεκρὸν μὲν σῶμα τὸ τύμπανον, ὅπερ ἡ Μαριὰμ μετεχειρίζετο, νέκρωσις δὲ σώματος ἡ παρθενία ἐστί, τάχα οὐ πολὺ τοῦ εἰκότος τὸ παρθένον εἶναι τὴν προφῆτιν ἀπεσχοίνισται. Ἀλλὰ ταῦτα μὲν στοχασμοῖς τισι καὶ ὑπονοίαις, οὐκ ἐκ φανερᾶς ἀπο δείξεως οὕτως ἔχειν