1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

33

ὑπενοήσαμεν, τῷ τὴν προφῆτιν Μαριὰμ τοῦ χοροῦ τῶν παρθένων ἡγήσασθαι, εἰ καὶ πολλοὶ τῶν ἐπεσκεμμένων ἄγαμον αὐτὴν σαφῶς ἀπεφήναντο ἐκ τοῦ μηδαμοῦ τῆς ἱστορίας γάμον καὶ παιδοποιίαν αὐτῆς μνη μονεύεσθαι. Ἦ γὰρ ἂν οὐκ ἐκ τοῦ ἀδελφοῦ αὐτῆς Ἀαρών, ἀλλ' ἐκ τοῦ ἀνδρός, εἴπερ ἦν, ὠνομάζετο καὶ ἐγνωρίζετο, ἐπειδὴ κεφαλὴ γυναικὸς οὐχ ὁ ἀδελφός, ἀλλ' ὁ ἀνὴρ προση γόρευται. Καίτοι παρ' οἷς εὐλογίας μέρει τὸ παιδοποιεῖν ἐσπουδάζετο καὶ νόμιμον ἦν, εἰ φανείη τίμιον τὸ τῆς παρ θενίας χάρισμα, ἐκ πολλοῦ τοῦ περιόντος ἡμεῖς ταύτην τὴν σπουδὴν ἀσπασώμεθα οἱ οὐ κατὰ σάρκα τῶν θείων λογίων, ἀλλὰ πνευματικῶς ἐξακούοντες. Ἀπεκαλύφθη γὰρ διὰ τῶν θείων λογίων τί ποτε τὸ κυοφορεῖν τε καὶ τίκτειν ἀγαθόν ἐστι, καὶ ποῖον εἶδος τῆς πολυτεκνίας παρὰ τοῖς ἁγίοις τοῦ θεοῦ ἐσπουδάζετο. Ὅ τε γὰρ προφήτης Ἡσαΐας καὶ ὁ θεῖος ἀπόστολος ἐναργῶς ταῦτα καὶ σαφῶς διεσήμαναν, ὁ μὲν λέγων· «Ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλά βομεν», ὁ δὲ καυχώμενος ἐπὶ τῷ πάντων γενέσθαι πολυγονώτατος ὡς καὶ πόλεις ὅλας καὶ ἔθνη κυοφορῆσαι, οὐ μόνον Κορινθίους καὶ Γαλάτας διὰ τῶν οἰκείων ὠδίνων εἰς φῶς ἀγαγὼν καὶ ἐν κυρίῳ μορφώσας, ἀλλὰ καὶ «ἀπὸ Ἱερουσαλὴμ ἐν κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ καταπληρώ-σας» τῶν ἰδίων τέκνων τὴν οἰκουμένην, ἅπερ «ἐν Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγέννησεν». Οὕτω μακαρίζεται καὶ ἐν τῷ εὐαγγελίῳ ἡ τῆς ἁγίας παρθένου κοιλία ἡ τῷ ἀχράντῳ τόκῳ ὑπηρετήσασα, ὡς οὔτε τοῦ τόκου τὴν παρθενίαν λύσαντος οὔτε τῆς παρθενίας τῇ τοιαύτῃ κυοφορίᾳ ἐμποδὼν γενομένης· ὅπου γὰρ πνεῦμα σωτηρίας γεννᾶται, καθὼς Ἡσαΐας φησίν, ἄχρηστα πάντως τῆς σαρκὸς τὰ θελήματα.

20.t Κεφάλαιον κʹ Ὅτι ἀδύνατον ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς καὶ τὴν κατὰ θεὸν εὐφροσύνην καρποῦσθαι

20.1 Ἔστι δέ τις καὶ παρὰ τῷ ἀποστόλῳ τοιοῦτος λόγος, ὡς ἄρα

διπλοῦς ἡμῶν ἐστιν ὁ καθ' ἕκαστον ἄνθρωπος, ὁ μὲν ὁρώμενος ἔξωθεν, ᾧ τὸ διαφθείρεσθαι κατὰ φύσιν ἐστίν, ὁ δὲ κατὰ τὸ κρυπτόμενον τῆς καρδίας νοούμενος, ὃς ἐπιδέχεται τὸ ἀνακαινοῦσθαι. Εἰ οὖν ἀληθὴς ὁ λόγος-πάν τως δέ ἐστιν ἀληθὴς διὰ τὴν ἐν αὐτῷ λαλοῦσαν ἀλήθειαν-, οὐδὲν ἀπεικὸς καὶ γάμον διπλοῦν ἐννοεῖν ἑκατέρῳ τῶν ἐν ἡμῖν ἀνθρώπων πρόσφορόν τε καὶ κατάλληλον· καὶ τάχα ὁ τολμήσας εἰπεῖν τὴν σωματικὴν παρθενίαν τοῦ ἔνδοθεν καὶ πνευματικοῦ γάμου συνεργὸν καὶ πρόξενον γίνεσθαι οὐ πόρρω τοῦ εἰκότος ἀποτολμήσει.

20.2 Ὡς γὰρ οὐκ ἔστι κατὰ ταὐτὸν δύο τισὶ τέχναις ὑπηρε τεῖν διὰ τῆς τῶν χειρῶν ἐνεργείας, οἷον γεωργοῦντα καὶ ναυτιλλόμενον, ἢ χαλκεύοντά τε καὶ τεκτονεύοντα, ἀλλ' εἰ μέλλοι τις τῆς μιᾶς ὑγιῶς ἀντιλήψεσθαι, τῆς ἑτέρας ἀφεκτέον αὐτῷ· οὕτως ἡμῖν καὶ δύο προκειμένων γάμων, τοῦ μὲν διὰ σαρκὸς ἐπιτελουμένου, τοῦ δὲ διὰ πνεύματος, ἡ περὶ τὸν ἕνα σπουδὴ τὸν τοῦ ἑτέρου χωρισμὸν ἀναγκαῖον ποιεῖ. Οὔτε γὰρ δύο κατὰ ταὐτὸν ὁ ὀφθαλμὸς ἰδεῖν ἱκανός ἐστιν, εἰ μὴ ἀνὰ μέρος καὶ ἰδίᾳ ἑκατέρῳ τῶν ὁρατῶν ἐπερείσειεν, οὔτε ἡ γλῶσσα διαφόροις ὑπηρετήσει φωναῖς, Ἑβραίων τε ῥήματα καὶ Ἑλλήνων ἐν τῷ αὐτῷ φθεγγομένη, οὔτε ἡ ἀκοὴ διηγήσεώς τε πραγμάτων καὶ διδακτικῶν λόγων κατὰ ταὐτὸν ἀκροάσεται· ἡ γὰρ διαφορὰ τῆς φωνῆς, εἰ μὲν ἀνὰ μέρος ἀκούοιτο, ἐνσημανεῖται τῷ ἀκροωμένῳ τὴν ἔννοιαν, εἰ δὲ κατὰ ταὐτὸν μιχθεῖσα περιηχοίη τὴν ἀκοήν, συγχυσίς τις ἀδιάκριτος τὴν διάνοιαν λήψεται τῶν σημαινομένων ἐν ἀλλήλοις συγχεομένων.