1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

19

τῷ λόγῳ, πρὸς μέγεθος αὔξουσα· καὶ νομίσας δυνα τὸν εἶναι τῇ θείᾳ δυνάμει τὴν ἰδίαν ἀντιστῆσαι πι κρίαν, καὶ ἐπισχεῖν μὲν τοῦ μυστηρίου τὸ κήρυγμα, καταλῦσαι δὲ τῶν Ἐκκλησιῶν τὰ συστήματα, μετα στῆσαι δὲ πάλιν ἐπὶ τὰ εἴδωλα τοὺς προκεχωρηκότας τῷ λόγῳ· πέμπει τοίνυν πρὸς τοὺς τῶν ἐθνῶν καθη γουμένους πρόσταγμα, φοβερὰν κατ' αὐτῶν τὴν ἀπειλὴν τῆς τιμωρίας ὁρίζων, εἰ μὴ παντοίοις αἰ κισμοῖς τὸ ὄνομα τοῦ Χριστοῦ προσκυνοῦντας διαλω βήσοιντο, καὶ προσαγάγοιεν πάλιν αὐτοὺς φόβῳ τε καὶ τῇ τῶν αἰκισμῶν ἀνάγκῃ τῇ πατρῷᾳ τῶν δαι μόνων λατρείᾳ. Ὡς δὲ περιηγγέλθη τοῖς ἄρχουσι τὸ φοβερὸν τοῦτο καὶ ἄθεον κήρυγμα, πανταχοῦ τῆς ἀρχῆς διαπεφοιτηκότων τῶν εἰς αὐτὸ τοῦτο παρὰ τῆς τυραννικῆς τεταγμένων ὠμότητος· καί τις ἐπεκρά τει τοῦ κατὰ τὸν τόπον ἔθνους τοιοῦτος, ὡς μηδὲν τῆς ὑπερκειμένης ἐξουσίας πρὸς τὴν πονηρὰν ὁρμὴν δεηθῆναι, οἴκοθεν ἔχων ἐκ φύσεως τὴν ὠμότητά τε καὶ πικρότητα, καὶ τὴν πρὸς τοὺς πεπιστευκότας τῷ λόγῳ δυσμένειαν· καὶ γίνεται παρ' αὐτοῦ φοβερὸν ἐν δημοσίοις διατάγμασι, τὸ δεῖν ἐξόμνυσθαι τὴν πί στιν, ἢ τιμωρίαις παντοδαπαῖς καὶ θανάτοις κολά ζεσθαι. Καὶ οὐδὲν ἦν ἕτερον τηνικαῦτα δημόσιόν τε καὶ ἴδιον παρὰ τῶν τὰ κοινὰ διὰ χειρὸς ἐχόντων γι νόμενόν τε καὶ σπουδαζόμενον, πλὴν τοῦ πολιορκεῖν τε καὶ τιμωρεῖσθαι τοὺς ἀντεχομένους τῆς πί στεως. Ἦν δὲ οὐκ ἐν ταῖς τῶν λεγομένων ἀπειλαῖς μόνον τὰ φόβητρα, ἀλλὰ μετὰ τούτων ἡ ποικίλη τῶν κολα στηρίων κατασκευὴ πᾶσαν ἐπῆγε κατάπληξιν, καὶ 46.945 πρὸ τῆς πείρας ἐμποιοῦσα τοῖς ἀνθρώποις τὸν φόβον. Ξίφη τε καὶ πῦρ, καὶ θηρία, καὶ βόθροι καὶ τὰ στρεβλωτικὰ τῶν μελῶν ὄργανα· καὶ σιδηραῖ κατὰ πυ ρὸς καθέδραι. καὶ ξύλα ὄρθια, οἷς ἐντεινόμενα τῶν ἐνισταμένων τὰ σώματα ταῖς τῶν φοβερῶν ὀνύχων προσβολαῖς κατεξαίνετο, καὶ ἄλλα μυρία πρὸς τὰς πολυειδεῖς βασάνους τῶν σωμάτων ἐξευρημένα παρ' αὐτοῖς ἐπενοεῖτο· καὶ σπουδὴ τοῖς τῶν ἐξουσιῶν τού των ἐπειλημμένοις ἦν μία, τὸ μηδένα τοῦ ἑτέρου ἐν ὑπερβολῇ πικρίας ἐπιδειχθῆναι πραότερον. Καὶ οἱ μὲν εἰσήγγελλον· οἱ δὲ ἐπεδείκνυον· οἱ δὲ ἠρεύνων τοὺς κεκρυμμένους. Ἄλλοι τοῖς φεύγουσιν ἐπετί θεντο· ἄλλοι δὲ πρὸς τὰς κτήσεις τῶν πιστῶν ὁρῶν τες, ὡς ἂν ἐγκρατεῖς γένοιντο τῶν πραγμάτων, ἐπὶ τῷ προσχήματι τῆς εὐσεβείας ἤλαυνον τοὺς ἀντ εχομένους τῆς πίστεως.

Σύγχυσις δὲ ἦν πᾶσα κατὰ τὸ ἔθνος καὶ ἀμηχανία πολλὴ, πάντων ἀλλήλοις δι' ὑποψίας ὄντων, οὐ πατράσι τῆς παρὰ τῶν τέκνων εὐνοίας ἐν τοῖς φοβεροῖς παραμενούσης, οὐ παισὶ τὸ πιστὸν τῆς πατρικῆς κηδεμονίας ἐγγυωμένης τῆς φύσεως. Ἐμερίζετο δὲ κατ' ἀλλήλων τὰ γένη πρὸς τὰς θρησκείας σχιζόμενα. Καὶ παῖς Ἑλληνίζων πι στῶν γονέων προδότης ἐγίνετο· καὶ κατὰ παιδὸς πε πιστευκότος ἐν ἀπιστίᾳ μένων ὁ πατὴρ κατήγορος ἦν. Καὶ ἀδελφὸς ἐκ τῆς αὐτῆς αἰτίας ἐπολέμει τῇ φύσει, ὅσιον κρίνων τὸν ὁμογενῆ τιμωρήσασθαι, εἰ τῆς εὐσεβείας ἀντέχοιτο. Ἐντεῦθεν πλήρεις μὲν ἦσαν αἱ ἐρημίαι τῶν ἐλαυνομένων, κεναὶ δὲ τῶν οἰκητόρων αἱ οἰκίαι. Πολλὰ δὲ τῶν δημοσίων οἰκημάτων, ταῖς τῶν καθειργνυμένων ἀπετέτακτο χρείαις. Οὐ γὰρ ἦν ἱκανὰ τὰ δεσμωτήρια χωρεῖν ἐν ἑαυτοῖς τῶν διὰ τὴν πίστιν τιμωρουμένων τὸ πλῆθος. Ἀγοραί τε πᾶσαι καὶ σύλλογοι, κοινοί τε καὶ ἰδιάζοντες, ἀντὶ τῆς συν ήθους φαιδρότητος, τὰς τοιαύτας μετελάμβανον συμ φορὰς, τῶν μὲν ἐφελκομένων, τῶν δὲ ἀπαγομένων· ἄλλων ἐπὶ τοῖς γινομένοις ἢ γελώντων ἢ δακρυόντων· οὐ νηπίων ἦν ἔλεος, οὐ τιμὴ πολιᾶς, οὐκ ἀρετῆς αἰ δὼς εἰσῄει τοῖς δυσμενέσιν· ἀλλ' ὡς ἐν αἰχμαλωσίᾳ, πᾶσα ἡλικία τοῖς πολεμίοις τῆς πίστεως ἔκδοτος ἦν. Οὐδὲ ταῖς γυναιξὶν ἐδίδου ἡ φυσικὴ τοῦ γένους ἀσθέ νεια, τῶν τοιούτων ἀναγκῶν ἐκτὸς μένειν· ἀλλ' εἷς ἦν κατὰ πάντων ὁ τῆς ὠμότητος νόμος, ἴσῳ τῷ μέτρῳ τῆς τιμωρίας τῶν γινομένων ὑπάγων τὸν τῶν εἰδώ λων ἀλλοτριούμενον, μὴ διακρίνων τὴν φύσιν. Τότε οὖν ἰδὼν ὁ μέγας ἐκεῖνος τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, ὡς οὐ δυναμένων τῶν πολλῶν μέχρι τοῦ θανάτου τῆς εὐσεβείας