1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

3

τις τοῦ κατ' ἀρετὴν ἐξοικίζεται, οὐδ' αὖ πάλιν ἐν τῇ Ἰουδαίᾳ μόνον γνωστὸς ὁ Θεὸς τοῖς ἀξίοις γίνεται, οὐδὲ Σιὼν κατὰ τὴν πρόχειρον ἔννοιαν τὸ θεῖόν ἐστιν οἰκητήριον, ἀλλά τινος λεπτοτέρας ἡμῖν χρεία τῆς διανοίας καὶ ὀξυτέρας τῆς ὄψεως, ὡς διϊδεῖν ἐκ τῆς ἱστορίας ποίων Χαλδαίων ἢ Αἰγυπτίων πόρρω γενόμενοι καὶ ποίας Βαβυλωνίων αἰχμα λωσίας ἀπολυθέντες τοῦ μακαρίου βίου ἐπιβησόμεθα. 1.15 Μωϋσῆς τοίνυν ἡμῖν εἰς ὑπόδειγμα βίου προτεθήτω τῷ λόγῳ, οὗ τὸν βίον πρῶτον ἐν ἐπιδρομῇ διελθόντες, καθὼς παρὰ τῆς θείας Γραφῆς μεμαθήκαμεν, οὕτω τὴν πρόσφορον τῇ ἱστορίᾳ διάνοιαν εἰς ἀρετῆς ὑποθήκην ἀναζητήσομεν, δι' ἧς τὸν τέλειον ὡς ἐν ἀνθρώποις βίον ἐπιγνωσόμεθα. 1.16 Λέγεται τοίνυν ὁ Μωϋσῆς τεχθῆναι μέν, ὅτε ζωογο νεῖσθαι τὸ ἄρρεν ἐν τοῖς τικτομένοις ὁ τοῦ τυράννου νόμος διεκώλυε, προλαβεῖν δὲ τῇ χάριτι πᾶσαν τὴν ὑπὸ τοῦ χρόνου γινομένην συνεισφοράν· καὶ εὐθὺς ἀπὸ σπαργάνων ἀστεῖος ὀφθεὶς ὄκνον ἐμποιῆσαι τοῖς γεννησαμένοις θανάτῳ τὸν τοιοῦτον ἐξαφανίσαι· 1.17 εἶθ' ὡς ὑπερίσχυεν ἡ ἀπειλὴ τοῦ τυράννου, μὴ ἁπλῶς ἐρριφῆναι τῷ ῥείθρῳ τοῦ Νείλου, ἀλλ' ἐκτεθεὶς κιβωτῷ τινι, ἀσφάλτῳ καὶ πίσσῃ κατὰ τὰς ἁρμονίας διαχρισθείσῃ, οὕτω δοθῆναι τῷ ῥεύματι (τοῦτο γὰρ οἱ δι' ἐπιμελείας τὰ κατ' αὐτὸν ἱστορήσαντες διηγή σαντο)· θείας δέ τινος δυνάμεως τὴν κιβωτὸν κυβερνώσης, ἐπί τινα κατὰ τὸ πλάγιον ὄχθην ἐξορμισθῆναι, αὐτομάτως τῆς κιβωτοῦ κατ' ἐκεῖνο τὸ μέρος ὑπὸ τῆς φορᾶς τῶν ὑδάτων ἐκκυμανθείσης· τῆς δὲ θυγατρὸς τοῦ βασιλέως ἐπιούσης τοὺς λειμῶνας τῆς ὄχθης ἐκείνης ᾗ ἔτυχεν ἡ κιβωτὸς ἐπο κείλασα, εὕρημα γενέσθαι τῇ βασιλίδι, βρεφικῶς ἐμβοήσας τῇ λάρνακι· ὀφθεὶς δὲ μετὰ τῆς ἐπιφαινομένης αὐτῷ χάριτος, εὐθὺς οἰκειώσασθαι δι' εὐνοίας τὴν βασιλίδα καὶ εἰς υἱοῦ τάξιν ἀναληφθῆναι· ἀποστραφεὶς δὲ φυσικῶς τὴν ἀλλόφυλον θηλήν, ἐπινοίᾳ τινὶ τῶν πρὸς γένους οἰκείων ἀνατραφῆναι τῷ μητρῴῳ μαζῷ. 1.18 Ἐκβὰς δὲ ἤδη τὴν ἡλικίαν τῶν παίδων, ἐν βασιλικῇ τῇ τροφῇ καὶ παιδευθεὶς τὴν ἔξωθεν παίδευσιν, ἃ δόξης ἐνομίζετο παρὰ τοῖς ἔξωθεν οὐχ ἑλέσθαι οὐδ' ἔτι καταδέξασθαι τὴν σεσοφισμένην ἐκείνην ὁμολογεῖν μητέρα ᾗπερ εἰς υἱοῦ τάξιν εἰσεποιήθη, ἀλλ' ἐπὶ τὴν κατὰ φύσιν ἐπανελθεῖν πάλιν καὶ τοῖς ὁμοφύλοις ἐγκαταμιχθῆναι· μάχης δὲ συστάσης Ἑβραίῳ τινὶ πρὸς Αἰγύπτιον, συμμαχῆσαί τε τῷ οἰκείῳ καὶ ἀνελεῖν τὸν ἀλλόφυλον· εἶτα συμπλακέντων ἀλλήλοις Ἑβραίων δύο τινῶν, καταστέλλειν αὐτοῖς τὴν φιλονεικίαν πειρᾶσθαι, συμβουλεύσας καλῶς ἔχειν ἀδελφοὺς ὄντας μὴ θυμὸν διαιτητὴν ποιεῖσθαι τῶν ἀμφισβητημάτων, ἀλλὰ τὴν φύσιν. 1.19 Ἀπωσθεὶς δὲ παρὰ τοῦ πρὸς τὴν ἀδικίαν βλέποντος, ἀφορμὴν τῆς μείζονος φιλοσοφίας τὴν ἀτιμίαν ταύτην ποιήσασθαι καί, τῆς μετὰ τῶν πολλῶν συνδιαγωγῆς πόρρω γενόμενος, ἰδιάσαι τῷ μετὰ ταῦτα βίῳ, κηδεύσας τινὶ τῶν ἀλλοφύλων, ἀνδρὶ διορατικῷ τοῦ βελτίονος καὶ κρίνειν ἤθη τε καὶ βίον ἀνθρώπων ἐπεσκεμμένῳ, ὃς διὰ μιᾶς πράξεως, λέγω δὴ τῆς κατὰ τῶν ποιμένων ὁρμῆς, ἐνιδὼν τοῦ νέου τὴν ἀρετήν, ὅπως οὐ πρὸς οἰκεῖον βλέπων κέρδος τοῦ δικαίου ὑπερεμάχησεν, ἀλλ' αὐτὸ τὸ δίκαιον τίμιον τῇ ἰδίᾳ φύσει κρίνων, τὴν ἀδικίαν τῶν ποιμένων ἐκόλασε τῶν εἰς ἐκεῖνον πεπλημμεληκότων οὐδέν, ἀγασθεὶς ἐπὶ τούτοις τὸν νέον καὶ τοῦ πολυταλάντου πλούτου τιμιωτέραν αὐτοῦ τὴν ἀρετὴν ἐν τῇ φαινομένῃ πενίᾳ κρίνας, συνοικίζει τε αὐτῷ τὴν θυγατέρα καὶ κατ' ἐξουσίαν ἀφῆκε τὸν καταθύμιον μετιέναι βίον. Τῷ δὲ ἦν ὄρειός τε καὶ ἰδιάζουσα ἡ ζωή, πασῆς ἀγοραίου τύρβης ἀπηλλαγμένη, ἐν τῇ τῶν προβάτων ἐπιμελείᾳ κατὰ τὴν ἔρημον ἰδιάζοντι. 1.20 Χρόνου δὲ διαγεγονότος ἐν τῷ τοιούτῳ τῆς ζωῆς εἴδει, φησὶν ἡ ἱστορία φοβερὰν αὐτῷ γενέσθαι θεοφάνειαν, ἐν σταθερᾷ μεσημβρίᾳ φωτὸς ἑτέρου ὑπὲρ τὸ ἡλιακὸν φῶς τὰς ὄψεις περιαστράψαντος· τὸν δὲ ξενισθέντα τῷ ἀήθει τῆς θέας ἀναβλέψαι τε πρὸς τὸ ὄρος καὶ ἰδεῖν θάμνον ἀφ' οὗ πυροειδῶς τὸ φέγγος ἐξήπτετο· τῶν δὲ κλάδων τοῦ θάμνου καθάπερ ἐν δρόσῳ τῇ φλογὶ συναναθαλλόντων, εἰπεῖν πρὸς ἑαυτὸν τὰ ῥήματα ταῦτα, ὅτι· διαβὰς ὄψομαι