1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

5

Αἰγύπτῳ κατὰ τὸ ἁθρόον, ὧν ἡ γένεσις οὐκ ἀκολουθίᾳ τινὶ φύσεως νενομισμένῃ πρὸς τοσοῦτον ἐχέθη πλῆθος, ἀλλ' αὐτὸ τὸ πρόσταγμα τῆς τῶν βατράχων συστά σεως τὴν ἀναφανεῖσαν τότε τοῦ ζῴου φύσιν ἐκαινοτόμησε, τὸ μὲν Αἰγύπτιον ἅπαν τοῖς θηρίοις τούτοις κατὰ τὰς οἰκήσεις στενοχωρούμενον κατεφθείρετο, τῶν δὲ Ἑβραίων τῆς ἀηδίας ταύτης ἐκαθάρευεν ἡ ζωή. 1.28 Οὕτως ὁ ἀὴρ τοῖς Αἰγυπτίοις μὲν οὐδεμίαν νυκτὸς καὶ ἡμέρας παρεῖχε διάκρισιν, ἐν ὁμοίῳ διαμενόντων τῷ ζόφῳ, τοῖς δὲ Ἑβραίοις οὐδὲν ἐν τούτοις ἐκαινοτομεῖτο παρὰ τὸ σύνηθες. Καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον, ἡ χάλαζα, τὸ πῦρ, αἱ φλυκτίδες, οἱ σκνίπες, αἱ κυνόμυιαι, τῶν ἀκρίδων τὸ νέφος, κατὰ μὲν τῶν Αἰγυπτίων ἕκαστον καθὸ πέφυκεν ἐνήργει, οἱ δὲ Ἑβραῖοι φήμαις καὶ διηγήμασι τὸ τῶν συνοικούντων πάθος ἐγίνωσκον, οὐδεμίαν ἐν ἑαυτοῖς προσβολὴν τῶν τοιούτων δεχόμενοι. Εἶτα τῶν πρωτοτόκων ὁ ὄλεθρος ἀκριβεστέραν ἐποίει τοῦ Ἑβραίου πρὸς τὸν Αἰγύπτιον τὴν διάκρισιν, τῶν μὲν ἐπὶ τῇ τῶν φιλτάτων ἀπωλείᾳ συγχεομένων τοῖς θρήνοις, τῶν δὲ ἐν ἡσυχίᾳ πάσῃ καὶ ἀσφαλείᾳ διαμενόντων, οἷς ἡ σωτηρία τῇ προσχύσει τοῦ αἵματος κατησφαλίσθη, κατὰ πᾶσαν εἴσοδον ἑκατέρωθεν τῶν σταθμῶν μετὰ τῆς ἐπεζευγμένης αὐτοῖς φλιᾶς καταση μανθέντων διὰ τοῦ αἵματος. 1.29 Ἐπὶ τούτοις τῶν Αἰγυπτίων τῇ τῶν πρωτοτόκων συμφορᾷ βεβλημένων καὶ καθ' ἑαυτὸν ἑκάστου καὶ κοινῇ πάντων ὀλοφυρομένων τὰ πάθη, καθηγεῖται τῆς ἐξόδου τοῖς Ἰσραηλίταις ὁ Μωϋσῆς, προπαρασκευάσας αὐτοὺς ἐπὶ σχήματι χρήσεως μεθ' ἑαυτῶν τὸν τῶν Αἰγυπτίων πλοῦτον ἀνακομίσασθαι. Καὶ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῆς Αἰγύπτου γεγενημένων, πάλιν φησὶν ἡ ἱστορία χαλεπὸν ποιήσασθαι τὸν Αἰγύπτιον τὸ μὴ παραμεῖναι τῇ δουλείᾳ τὸν Ἰσραὴλ καὶ πολεμικῶς ἅπαν συσκευάσαντα τὸ ὑπήκοον διὰ τῆς ἱππικῆς δυνάμεως ἐπιδραμεῖν τῷ λαῷ, τὸν δὲ θεασάμενον τὴν τῶν ἵππων τε καὶ τῶν ὅπλων παρασκευήν, ἀπειρο πόλεμον ὄντα καὶ τῶν τοιούτων θεαμάτων ἀγύμναστον, εὐθὺς καταπλαγῆναι τῷ φόβῳ καὶ κατὰ τοῦ Μωϋσέως συνίστασθαι, ὅτε καὶ τὸ παραδοξότατον περὶ τοῦ Μωϋσέως ἡ ἱστορία λέγει, διχῇ ταῖς ἐνεργείαις τεμνόμενον, τῇ μὲν φωνῇ καὶ τῷ λόγῳ παραθαρσύνειν τε τοὺς Ἰσραηλίτας καὶ τὰς ἀγαθὰς ἔχειν ἐλπίδας παρακελεύεσθαι, ἔνδοθεν δὲ τῇ διανοίᾳ τῷ Θεῷ προσάγειν τὴν ὑπὲρ τῶν κατεπτηχότων ἱκετηρίαν καὶ ὅπως ἂν διαφύγοι τὸν κίνδυνον διὰ τῆς ἄνωθεν συμβουλῆς ὁδηγεῖσθαι, αὐτοῦ τοῦ Θεοῦ, καθώς φησιν ἡ ἱστορία, τῆς ἀλαλήτου κραυγῆς ἐπαΐοντος. 1.30 Νεφέλης δὲ τοῦ λαοῦ θείᾳ δυνάμει καθηγουμένης, οὐ κατὰ τὴν κοινὴν φύσιν (οὐδὲ γὰρ ἐξ ἀτμῶν τινων ἢ ἀναθυμιά σεων ἡ σύστασις αὐτῆς ἦν, παχυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος διὰ τῆς ὁμιχλώδους συστάσεως καὶ πρὸς ἑαυτὸν συμπιλουμένου τοῖς πνεύμασιν, ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλό τερον τῆς ἀνθρωπίνης καταλήψεως), ἐκείνῃ τῇ νεφέλῃ, τῆς Γραφῆς μαρτυρούσης, τοιοῦτον τὸ θαῦμα ἦν ὡς καί, τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα εἶναι πρὸς τὸν λαόν, σκιάζουσάν τε τὸ ὑποκείμενον καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν, καὶ διὰ τῆς νυκτὸς πῦρ γίνεσθαι, ἀφ' ἑσπέρας εἰς ὄρθρον τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος.

1.31 Πρὸς ταύτην αὐτός τε βλέπων ὁ Μωϋσῆς καὶ τὸν λαὸν ἀκολουθεῖν τῷ φαινομένῳ διδάξας, ἐπειδὴ κατὰ τὸ Ἐρυθραῖον ἐγένοντο πέλαγος, ἐκεῖ τῆς νεφέλης πρὸς τὴν πορείαν καθοδηγουμένης, πανστρατιᾷ τῶν Αἰγυπτίων τὸν λαὸν ἐκ τῶν κατόπιν κυκλωσαμένων, οὐδεμιᾶς αὐτοῖς οὐδαμόθεν τῶν δεινῶν φυγῆς περιούσης πολεμίων καὶ ὕδατος κατὰ τὸ μέσον ἀπειλημμένοις, τότε τὸ πάντων ἀπιστότατον θείᾳ δυνάμει παρορμηθεὶς ὁ Μωϋσῆς κατειργάσατο. Προσεγγίσας γὰρ κατὰ τὴν ἠϊόνα, πλήσσει τῇ ῥάβδῳ τὸ πέλαγος· τὸ δὲ πρὸς τὴν πληγὴν ὑπεσχίζετο καί, καθάπερ ἐπὶ τῆς ὑέλου γίνεσθαι πέφυκεν, εἰ κατά τι μέρος αὐτῆς ἀρχὴν ἡ ῥῆξις λάβοι, καθ' εὐθεῖαν πρὸς τὸ ἕτερον διεξέρχεται πέρας, οὕτω παντὸς τοῦ πελάγους