1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

9

παραδειχθείη τὸ θαῦμα, οὐ γραφῇ παραδοῦναι ψιλῇ συμβουλεύεται, ἀλλὰ μιμήσασθαι διὰ τῆς ὑλικῆς κατασκευῆς τὴν ἄϋλον ἐκείνην δημιουργίαν, τὰς φανοτέρας τε καὶ λαμπροτέρας ὕλας τῶν κατὰ τὴν γῆν εὑρισκομένων παραλαβόντα, ἐν οἷς πλείων μὲν ἦν ὁ χρυσὸς ἐν κύκλῳ περικεχυμένος τοῖς στύλοις, συμπαρελήφθη δὲ μετὰ τοῦ χρυσοῦ καὶ ὁ ἄργυρος τὰς κορυφὰς καὶ τὰς βάσεις τῶν στύλων δι' ἑαυτοῦ καλλωπίζων, ὡς ἄν, οἶμαι, τῷ διαλλάσσοντι τῆς χρόας ἑκατέρωθεν τὸ χρυσίον ἐκθεωρού μενον πλέον ἐκλάμποι. Ἔστι δὲ ὅπου καὶ ἡ τοῦ χαλκοῦ ὕλη χρήσιμος ἐνομίσθη, κεφαλὴ γινομένη καὶ βάσις τοῖς ἀργυροῖς τῶν κιόνων. 1.50 Καταπετάσματα δὲ καὶ παραπετάσματα καὶ ὁ τοῦ ναοῦ περίβολος καὶ ὁ τῶν στύλων ὑπερτεινόμενος ὄροφος καταλλήλως πάντα διὰ τῆς ὑφαντικῆς ἐπιστήμης ἐκ τῆς προσφόρου ἕκαστον ὕλης ἐπετελεῖτο. Τοῖς μὲν γὰρ ἦν τῶν ὑφασμάτων ὑάκινθος ἡ βαφὴ καὶ πορφύρα καὶ τὸ πυραυγὲς τοῦ κοκκοβάφους ἐρυθήματος, τό τε λαμπρὸν τῆς βύσσου ἡ αὐτοφυής τε καὶ ἀνεπιτήδευτος ἰδέα. Ἑτέροις δὲ λῖνον καὶ ἄλλοις τρίχες πρὸς τὰς τῶν ὑφασμάτων χρείας παρελαμβά νοντο. Ἦν δὲ ὅπου καὶ τὰ ἐρυθρὰ τῶν δερμάτων πρὸς τὴν τοῦ κατασκευάσματος ὥραν εὔθετα ἦν.

1.51 Καὶ ταῦτα μὲν μετὰ τὴν ἐκ τοῦ ὄρους κάθοδον κατὰ τὸ ἐκτεθὲν αὐτῷ τῆς δημιουργίας ὑπόδειγμα ὁ Μωϋσῆς διὰ τῶν ὑπουργούντων κατεσκευάσατο. Τότε δὲ ἐν ἐκείνῳ τῷ ἀχειροποιήτῳ ναῷ γενόμενος, καὶ οἵῳ χρὴ τὸν ἱερέα κόσμῳ λαμπρύνεσθαι τῶν ἀδύτων ἐπιβατεύοντα νομοθετεῖται, τῆς τε ἔνδοθεν περιβολῆς καὶ τῆς φαινομένης τὰ καθ' ἕκαστον τοῦ λόγου θεσμοθετήσαντος. 1.52 Ἀρχὴ δὲ τῆς τῶν ἐσθημάτων περιβολῆς οὐ τὸ κρύφιον, ἀλλὰ τὸ φαινόμενον γίνεται. Ἐπωμίδες ἐκ διαφόρου πεποικιλμέναι βαφῆς, δι' ὧν τὸ καταπέτασμα τὴν κατασκευὴν εἶχε, καὶ χρυσέῳ νήματι τὸ πλέον ἔχουσαι. Πόρπαι καθ' ἑκάτερον μέρος αἱ τὰς ἐπωμίδας συνέχουσαι σμαράγδους ἐν κύκλῳ διὰ χρυσοῦ περισφίγγουσαι. Κόσμος δὲ τοῖς λίθοις ἐκ μὲν φύσεως ἦν ἡ αὐγή, χλοεράς τινας ἀκτῖνας ἀφ' ἑαυτῆς ἀποστίλβουσα, ἐκ δὲ τῆς τέχνης τὸ ἐκ τῶν γλυφίδων θαῦμα, οὔτι γε πρὸς εἰδώλων τινῶν χαρακτῆρα τῆς τέχνης τὴν γλυφὴν ἐντεμούσης· ἀλλὰ τὰ ὀνόματα τῶν πατριαρχῶν ἓξ καθ' ἑκάτερον τοῖς λίθοις ἐγκεχαραγμένα κόσμος ἐγίνετο. 1.53 Τά τε ἀπηρτημένα τούτων ἀσπίδια κατὰ τὸ ἔμπροσθεν μέρος, αἵ τε διάπλοκοι σειραὶ δι' ἀλλήλων ἐναλλὰξ κατά τινα ῥυθμὸν δικτυοειδῶς πεπλεγμέναι καὶ ἀπὸ τῆς πόρπης καθ' ἑκάτερον μέρος ἄνωθεν καθειμέναι τῶν ἀσπίδων, ὡς ἄν, οἶμαι, πλέον ἡ τῆς πλοκῆς ὥρα διαλάμποι, τῷ ὑποκειμένῳ λαμπρυνομένη. 1.54 Ὅ τε χρυσότευκτος ἐκεῖνος κόσμος, ὁ τοῦ στήθους προβεβλημένος, ἐν ᾧ λίθοι τινὲς ἐκ διαφόρων γενῶν τοῖς πατριάρχαις ἰσάριθμοι, τετραχῇ τῶν στίχων διακειμένων, τρεῖς καθ' ἕκαστον ἦσαν ἐγκεκροτημένοι, τοὺς ἐπωνύμους τῶν φυλῶν ἐφ' ἑαυτῶν δείκνυντες τοῖς γράμμασιν. Ὅ τε ὑποδύτης ἔνδον τῶν ἐπωμίδων, ἐξ αὐχένος εἰς ἄκρους πόδας διήκων, τοῖς τῶν κοσύμβων ἀπαρτήμασιν εὐπρεπῶς κεκοσμημένος. Τό τε κάτω κράσπεδον οὐ μόνον ἐκ τῆς ὑφαντικῆς ποικιλίας εἰς κάλλος ἐξησκημένον, ἀλλὰ καὶ διὰ τῶν ἐκ χρυσίου ἀπαρτημάτων. Ταῦτα δὲ ἦν κώδωνες χρύσεοι καὶ ῥοΐσκοι ἐκ παραλλήλου τὸ κάτω κράσπεδον διειληφότες. 1.55 Ἥ τε αὖ τῆς κεφαλῆςνία ὑακινθίνη πᾶσα καὶ τὸ προμετωπίδιον πέταλον ἐξ ἀκηράτου χρυσίου ἀρρήτῳ τινὶ χαρακτῆρι κεχαραγμένον. Καὶ ζώνη, ἡ τὸ κεχυμένον τῆς περιβολῆς περιστέλλουσα, καὶ ὁ τῶν κρυφίων κόσμος καὶ πάντα ὅσα δι' αἰνιγμάτων ἐν εἴδει περιβολῆς περὶ ἱερατικῆς ἀρετῆς ἐκπαιδεύεται. 1.56 Ἐπεὶ δὲ ταῦτα καὶ τὰ τοιαῦτα τῷ ἀοράτῳ ἐκείνῳ περισχεθεὶς γνόφῳ ἐν τῇ ἀπορρήτῳ τοῦ Θεοῦ διδασκαλίᾳ ἐξεπαιδεύθη, μείζων ἑαυτοῦ καταστὰς τῇ προσθήκῃ τῶν μυστικῶν μαθημάτων, οὕτως ἐκ τοῦ γνόφου πάλιν ἀναδυεὶς πρὸς τὸ ὁμόφυλον κάτεισι, κοινωνήσων αὐτοῖς τῶν ἐν τῇ θεοφανείᾳ παραδειχθέντων αὐτῷ θαυμάτων καὶ τοὺς νόμους παραθησόμενος καὶ τὸν ναὸν καὶ τὴν ἱερωσύνην κατὰ τὸ προδειχθὲν αὐτῷ ἐπὶ τοῦ ὄρους ὑπόδειγμα τῷ λαῷ κατα στήσων. 1.57 Ἔφερε