1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

15

κατανόησις. Καὶ οὕτω πολλῷ τις τῷ μεταξὺ χρόνῳ ταῖς ὑψηλαῖς δι' ἡσυ χίας ἐμφιλοσοφήσας μελέταις μόλις κατανοήσει τί μέν ἐστιν ὡς ἀληθῶς τὸ ὄν, ὃ τῇ ἑαυτοῦ φύσει τὸ εἶναι ἔχει, τί δὲ τὸ μὴ ὄν, ὃ ἐν τῷ δοκεῖν μόνον ἐστὶν εἶναι, ἀνυπόστατον ἔχον ἐφ' ἑαυτοῦ τὴν φύσιν. 2.24 Ὅ μοι δοκεῖ τότε ὁ μέγας Μωϋσῆς ἐν τῇ θεοφανείᾳ παιδευθεὶς γνῶναι ὅτι οὐδὲν τῶν ἄλλων ὅσα τε τῇ αἰσθήσει καταλαμβάνεται καὶ ὅσα κατὰ τὴν διάνοιαν θεωρεῖται τῷ ὄντι ὑφέστηκε, πλὴν τῆς ὑπερανεστώσης οὐσίας καὶ αἰτίας τοῦ παντὸς ἀφ' ἧς ἐξῆπται τὸ πᾶν. 2.25 Εἰ γάρ τι καὶ ἄλλο ἐν τοῖς οὖσιν ἡ διάνοια βλέπει, ἄλλῳ οὐδενὶ τῶν ὄντων τὸ ἀπροσδεὲς τοῦ ἑτέρου ἐνθεωρεῖ ὁ λόγος ᾧ δυνατόν ἐστι δίχα τῆς μετουσίας τοῦ ὄντος εἶναι. Τὸ δὲ ὡσαύτως ἔχον ἀεί, τὸ ἀναυξές, τὸ ἀμείωτον, τὸ πρὸς πᾶσαν μεταβολὴν τήν τε πρὸς τὸ κρεῖττον καὶ τὴν πρὸς τὸ χεῖρον ἐπίσης ἀκίνητον (τοῦ μὲν γὰρ χείρονος ἠλλοτρίωται, τὸ δὲ κρεῖττον οὐκ ἔχει), τὸ δὲ παντὸς ἀνενδεὲς ἑτέρου, τὸ μόνον ὀρεκτόν, καὶ παρὰ παντὸς μετεχόμενον καὶ ἐν τῇ μετουσίᾳ τῶν μετε χόντων οὐκ ἐλαττούμενον, τοῦτό ἐστιν ἀληθῶς τὸ ὄντως ὂν καὶ ἡ τούτου κατανόησις ἡ τῆς ἀληθείας γνῶσίς ἐστιν. 2.26 Ἐν τούτῳ τοίνυν γενόμενος τότε μὲν ἐκεῖνος, νυνὶ δὲ πᾶς ὁ κατ' ἐκεῖνον τῆς γηΐνης ἑαυτὸν ἐκλύων περιβολῆς καὶ τὸ ἐκ τῆς βάτου φῶς βλέπων, τουτέστι πρὸς τὴν διὰ σαρκὸς τῆς ἀκανθώδους ταύτης ἐπιλάμψασαν ἡμῖν ἀκτῖνα, ἥτις ἐστί, καθὼς τὸ Εὐαγγέλιόν φησι, τὸ φῶς τὸ ἀληθινὸν καὶ ἡ ἀλήθεια, τότε τοιοῦτος γίνεται οἷος καὶ ἑτέροις εἰς σωτηρίαν ἀρκέσαι καὶ καθελεῖν μὲν τὴν ἐπικρατοῦσαν κακῶς τυραννίδα, ἐξελέσθαι δὲ πρὸς ἐλευθερίαν πᾶν τὸ τῇ πονηρᾷ δουλείᾳ κατακρατούμενον, τῆς ἀλλοιωθείσης δεξιᾶς καὶ τῆς εἰς ὄφιν μεταβληθείσης βακτηρίας τῶν θαυμάτων καθηγουμένης, 2.27 ᾧ μοι δοκεῖ δι' αἰνίγματος τὸ διὰ σαρκὸς παραδη λοῦσθαι τοῦ Κυρίου μυστήριον τῆς φανείσης τοῖς ἀνθρώποις θεότητος, δι' ἧς γίνεται ἥ τε τοῦ τυράννου καθαίρεσις καὶ ἡ τῶν ὑπ' αὐτοῦ κρατουμένων ἐλευθερία. 2.28 Τὰ δέ με πρὸς τὴν διάνοιαν ἀνάγοντα ταύτην ἐστὶ προφητική τε καὶ εὐαγγελικὴ μαρτυρία. Ὁ μὲν γὰρ Προφήτης φησίν· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ὡς μὲν τῆς θείας φύσεως ἐν τῷ ἀναλλοιώτῳ θεωρουμένης, τῇ δὲ πρὸς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως συγκαταβάσει πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος ἀλλοιωθείσης. 2.29 Καὶ γὰρ ἐκεῖ τοῦ νομοθέτου ἡ χεὶρ προβληθεῖσα τοῦ κόλπου πρὸς τὸ παρὰ φύσιν ἠλλοιώθη χρῶμα· καὶ πάλιν ἐν κόλποις γενομένη πρὸς τὴν ἰδίαν αὐτῆς καὶ κατὰ φύσιν ἐπανῆλθε χάριν. Καὶ ὁ μονογενὴς Θεός, ὁ ὢν ἐν κόλποις τοῦ Πατρός, οὗτός ἐστιν ἡ δεξιὰ τοῦ Ὑψίστου, 2.30 ὅτε δὲ ἡμῖν ἐκ τῶν κόλπων ἐφάνη, καθ' ἡμᾶς ἠλλοιώθη· ἐπεὶ δὲ τὰς ἡμετέρας ἀσθενείας ἐκμάξας πάλιν ἐπανήγαγε τὴν ἐν ἡμῖν γενομένην χεῖρα καὶ καθ' ἡμᾶς χρωσθεῖσαν ἐπὶ τὸν ἴδιον κόλπον (κόλπος δὲ τῆς δεξιᾶς ὁ Πατήρ), τότε οὐ τὸ ἀπαθὲς τῆς φύσεως εἰς πάθος ἠλλοίωσεν, ἀλλὰ τὸ τρεπτόν τε καὶ ἐμπαθὲς διὰ τῆς πρὸς τὸ ἄτρεπτον κοινωνίας εἰς ἀπάθειαν μετεστοιχείωσεν.

2.31 Ἡ δὲ εἰς ὄφιν μεταβολὴ τῆς βακτηρίας μὴ ταρασσέσθω τοὺς φιλοχρίστους ὡς ἀπεμφαίνοντι ζῴῳ προσαρμοζόντων ἡμῶν τὸν τοῦ μυστηρίου λόγον. Αὑτὴ γὰρ ἡ ἀλήθεια διὰ τῆς τοῦ Εὐαγγελίου φωνῆς οὐ παραιτεῖται τὴν τοιαύτην εἰκόνα δι' ὧν φησιν· ὥσπερ γὰρ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. 2.32 Καὶ σαφὴς ὁ λόγος. Εἰ γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ ὄφις ὠνομάσθη ὑπὸ τῆς ἁγίας Γραφῆς καὶ τὸ ἐκ τοῦ ὄφεως γεννηθὲν πάντως ὄφις ἐστίν, οὐκοῦν ἀκολούθως ἡ ἁμαρτία τοῦ γεγεννηκότος αὐτήν ἐστι συνώνυμος. Ἀλλὰ μὴν ἁμαρτίαν δι' ἡμᾶς γενέσθαι τὸν Κύριον ὁ ἀποστολικὸς διαμαρτύρεται λόγος τὸν τὴν ἀμαρτητικὴν ἡμῶν φύσιν περιβαλλόμενον. 2.33 Κατὰ λόγον· ἄρα τῷ Κυρίῳ προσαρμόζει τὸ αἴνιγμα. Εἰ γὰρ ὄφις μὲν ἡ ἁμαρτία, ὁ δὲ Κύριος ἁμαρτία ἐγένετο, φανερὸν ἂν εἴη πᾶσι τὸ διὰ τῆς ἀκολουθίας ἀναφαινόμενον· ὁ γὰρ ἁμαρτία γενόμενος ὄφις ἐγένετο, ὃς οὐδὲν ἄλλο ἢ ἁμαρτία ἐστίν. Ἀλλὰ δι' ἡμᾶς