1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

19

ποικίλαις, καθώς φησιν ὁ Ἀπόστολος, μεθοδείαις κατὰ τῶν ψυχῶν ἡμῶν σοφιστεύων ἀντιπαρεισάγειν τῷ θείῳ νόμῳ τὰ τῆς ἀπάτης σοφίσματα. Ταῦτα δὲ λέγω πρὸς τοὺς Αἰγυπτίους δράκοντας βλέπων τῷ λόγῳ, τουτέστι πρὸς τὰς ποικίλας τῆς ἀπάτης κακίας, ὧν τὸν ἀφανισμὸν ἡ τοῦ Μωϋσέως ῥάβδος ἐργάζεται, περὶ ἧς μετρίως ἤδη τὰ εἰκότα προτεθεώρηται. 2.64 Οὗτος τοίνυν ὁ τὴν ἄμαχον ἐκείνην κεκτημένος τῆς ἀρετῆς ῥάβδον τὴν τὰς σεσοφισμένας ἐξαφανίζουσαν ῥάβδους ὁδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὰ μείζω πρόεισι τῶν θαυμάτων. Ἡ δὲ θαυματοποιΐα οὐ τῷ σκοπῷ τῆς ἐκπλήξεως τῶν ἐντυγχανόντων γίνεται, ἀλλὰ πρὸς τὸ χρήσιμον τῶν σωζομένων βλέπει. Τοῖς γὰρ αὐτοῖς τῆς ἀρετῆς θαύμασι καθαιρεῖται μὲν τὸ πολέμιον, αὔξεται δὲ τὸ ὁμόφυλον. 2.65 Πρῶτον δὲ γενικώτερον τῶν ἐπὶ μέρους θαυμάτων τὸν κατὰ τὴν ἀναγωγὴν καταμάθωμεν σκοπόν· εἶθ' οὕτω δυνατὸν ἂν γένοιτο ἡμῖν καὶ τοῖς καθ' ἕκαστον ἐφαρμόσαι τὸ νόημα. Ἡ γὰρ διδασκαλία τῆς ἀληθείας πρὸς τὰς διαθέσεις τῶν δεχομένων τὸν λόγον συμμεταβάλλεται. Ἐπίσης γὰρ πᾶσι τοῦ λόγου τὸ καλὸν ἢ τὸ κακὸν προδεικνύντος, ὁ μὲν εὐπειθῶς πρὸς τὸ δεικνύμενον ἔχων ἐν φωτὶ τὴν διάνοιαν ἔχει, τῷ δὲ ἀντιτύπως διακειμένῳ καὶ μὴ καταδεχομένῳ πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας τὴν ψυχὴν διαβλέψαι παραμένει τῆς ἀγνοίας ὁ ζόφος. Εἰ δὴ τὸ καθόλου νοηθὲν ἡμῖν ἐν τοῖς τοιούτοις ψεῦδος οὐκ ἔστιν, οὐδ' ἂν τὰ καθ' ἕκαστον πάντως ἑτέρως ἔχοι, τῆς ἐπὶ μέρους ἐξετάσεως συναποδειχθείσης τῷ ὅλῳ. 2.66 Οὐκοῦν οὐδὲν θαυμαστὸν ἀπαθῆ τὸν Ἑβραῖον μένειν τῶν Αἰγυπτίων κακῶν ἐν μέσοις τοῖς ἀλλοφύλοις ἀναστρεφόμενον, ἐπεὶ καὶ νῦν τὸ ἴσον ἔστι γινόμενον ἰδεῖν. Τῶν γὰρ ἐν ταῖς πολυανθρώποις πόλεσι πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν τε καὶ διαφανές ἐστι τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται, τοῖς δὲ διὰ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. 2.67 Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασο φισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἑβραίων ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἱματοποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον καὶ ἡμῖν δεῖξαι μὴ τοιοῦτον ὄντα οἷός ἐστιν· ἀλλ' οὐκ ἀχρειώσειε καθόλου τὸ ποτόν, κἂν ἐκ τοῦ προχείρου δι' ἀπάτης περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἑβραῖος τὸ ἀληθινὸν ὕδωρ, κἂν παρὰ τῶν ἐναντίων πιθανῶς διαβάλληται, οὐδὲν πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος. 2.68 Οὕτω καὶ τὸ τῶν βατράχων γένος τὸ εἰδεχθὲς καὶ πολύφωνον, ᾧ ἀμφίβιος μὲν ἡ ζωή, ἑρπηστικὸν δὲ τὸ πήδημα, ἀηδὴς δὲ οὐ μόνον ἡ ὄψις, ἀλλὰ καὶ τοῦ χρωτὸς ἡ δυσωδία, ὃ τοῖς οἴκοις καὶ ταῖς κλίναις καὶ τοῖς ταμιείοις τῶν Αἰγυπτίων εἰσέρπει, τῆς δὲ τῶν Ἑβραίων ζωῆς οὐκ ἐφάπτεται. 2.69 Ἀληθῶς γὰρ βατράχων ἄντικρυς γένη ἐστι τὰ φθοροποιὰ τῆς κακίας γεννήματα ἐκ τῆς ῥυπαρᾶς καρδίας τῶν ἀνθρώπων οἷον ἔκ τινος βορβόρου ζωογονούμενα. Οὗτοι οἱ βάτραχοι οἰκοῦσι μὲν τὰς οἰκίας τῶν αἰγυπτια ζόντων κατὰ τὴν τοῦ βίου προαίρεσιν, δείκνυνται δὲ καὶ ἐπὶ τῶν τραπεζῶν καὶ τῶν κλινῶν οὐκ ἀπέχονται καὶ εἰς τὰ ταμιεῖα τῶν ἀποθέτων εἰσδύνουσιν.

2.70 Ὅταν γὰρ ἴδῃς τὸν ῥυπαρόν τε καὶ ἀκόλαστον βίον ἐκ τοῦ ἀληθῶς πηλοῦ τε καὶ βορβόρου τικτόμενον καὶ τῇ πρὸς τὸ ἄλογον μιμήσει κατὰ τὸ εἶδος τῆς ζωῆς ἐν οὐθετέρᾳ φύσει ἀκριβῶς μένοντα καὶ ἄνθρωπον μὲν κατὰ τὴν φύσιν ὄντα, κτῆνος δὲ διὰ τὸ πάθος γινόμενον, καὶ διὰ τοῦτο τὸ ἀμφίβιον ἐκεῖνο καὶ ἐπαμφοτερίζον τῆς ζωῆς εἶδος ἐπιδεικνύντα, εὑρήσεις καὶ ἐπὶ τούτου τὰ τῆς τοιαύτης νόσου γνωρίσματα, οὐκ ἐπὶ τῆς κλίνης μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς τραπέζης καὶ ἐν τοῖς ταμιείοις καὶ κατὰ πᾶσιν τὴν οἴκησιν. 2.71 Ἐπισημαίνεται γὰρ διὰ πάντων ὁ τοιοῦτος τὴν ἀσωτίαν, ὥστε πάντας ῥᾳδίως ἐπιγνῶναι διὰ τῶν κατὰ τὸν οἶκον σπουδαζομένων τὸν βίον τοῦ τε ἀκολάστου καὶ τοῦ καθαρεύοντος, ὅταν ἐν τούτῳ μὲν ἐπὶ τῶν τοῦ τοίχου κονιαμάτων δείκνυται παρὰ τῆς τέχνης διὰ εἰδώλων τινῶν τὰ τῆς ἐμπαθοῦς ἡδονῆς ὑπεκκαύματα, δι' ὧν ὑπομιμνῄσκεται τῆς νόσου ἡ φύσις, διὰ τῆς ὄψεως ἐκ τῆς ἀτιμίας τῶν θεαμάτων ἐπὶ τὴν ψυχὴν ἐπεισχεομένου τοῦ