1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

20

πάθους, ἐπὶ δὲ τοῦ σωφρονοῦντος φυλακὴν πᾶσαν καὶ προμήθειαν τοῦ καὶ τὸν ὀφθαλμὸν καθαρεύειν τῶν ἐμπαθῶν θεαμάτων. 2.72 Καὶ ἡ τράπεζα δὲ ὡσαύτως καθαρὰ μὲν τοῦ σωφρονοῦντος εὑρίσκεται, βατραχώδης δὲ καὶ πολύσαρκος τοῦ πρὸς τὸν βορβορώδη βίον ἰλυσπωμένου. Κἂν τὰ ταμιεῖα διερευνήσῃς, τουτέστι τὰ κρυπτὰ τοῦ βίου αὐτοῦ καὶ ἀπόρρητα, πολὺ μᾶλλον ἐν ἐκείνοις σωρείαν βατράχων ἐν τοῖς ἀκολάστοις κατανοήσεις. 2.73 Εἰ δὲ καὶ ταῦτα ἡ τῆς ἀρετῆς ῥάβδος ποιεῖν κατὰ τῶν Αἰγυπτίων ὑπὸ τῆς ἱστορίας λέγεται, μὴ ξενισθῶμεν περὶ τὸν λόγον· καὶ γὰρ ἐσκληρύνθαι παρὰ τοῦ Θεοῦ τὸν τύραννον ἡ ἱστορία φησί. Πῶς οὖν ἂν εἴη κατάκριτος, τῇ ἄνωθεν ἀνάγκῃ σκληρῶς τε καὶ ἀντιτύπως διατιθέμενος; Καί που τὸ ἴσον φησὶν ὁ θεῖος Ἀπόστολος ὅτι· καθόσον οὐκ ἐδοκί μασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, περὶ τῶν ἀρρενοφθορούντων λέγων καὶ περὶ τῶν ἐν τοῖς ἀτίμοις τε καὶ ἀρρήτοις τῆς ἀσωτίας τρόποις ἀσχημονούντων. 2.74 Ἀλλ' εἰ καὶ οὕτω λέγεται παρὰ τῆς θείας Γραφῆς τὰ εἰρημένα οὕτω τε τῷ πάθει τῆς ἀτιμίας ὁ Θεὸς ἔκδοτον δίδωσι τὸν πρὸς τοῦτο φερόμενον, οὔτε ὁ Φαραὼ θείᾳ βουλήσει σκληρύνεται, οὔτε ὁ βατραχώδης βίος ὑπὸ τῆς ἀρετῆς πλάσσεται. Εἰ γὰρ βουλητὸν ἦν τοῦτο τῇ θείᾳ φύσει, πάντως ἂν ἐπὶ πάντων κατὰ τὸ ἴσον ἡ τοιαύτη προαίρεσις ἴσχυσεν, ὡς μηδεμιᾶς ἀρετῆς καὶ κακίας παρὰ τὸν βίον διαφορὰν θεωρεῖσθαι, ἄλλων δὲ ἄλλως μετεχόντων τοῦ βίου καὶ τῶν μὲν δι' ἀρετῆς κατορθουμένων, τῶν δὲ εἰς κακίαν ἀπορρεόντων. Οὐκ ἄν τις εὐλόγως ὑπερκειμέναις τισὶν ἀνάγκαις ταῖς κατὰ τὸ θεῖον βούλημα συνισταμέναις τὰς διαφορὰς τῶν βίων λογίσαιτο, ὧν ἡ προαίρεσις ἐφ' ἑκάστου τὸ κράτος ἔχει. 2.75 Τίς οὖν παραδίδοται τῷ πάθει τῆς ἀτιμίας, σαφῶς ἔστι παρὰ τοῦ Ἀποστόλου μαθεῖν· ὁ μὴ δοκιμάσας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, ὃν οὐκ ἀμυνόμενος ὁ Θεὸς διὰ τὸ μὴ ἐπιγνωσθῆναι παρ' αὐτοῦ παραδίδωσι τῷ πάθει. Ἀλλὰ τὸ μὴ ἐπιγνῶναι τὸν Θεὸν αἴτιον αὐτῷ γίνεται τοῦ εἰς τὸν ἐμπαθῆ καὶ ἄτιμον βίον κατασυρῆναι. 2.76 Ὥσπερ γάρ, τινὸς εἰπόντος ὅτι μὴ ὀφθεὶς ὁ ἥλιος τὸν δεῖνα τῷ βόθρῳ ἐνέρριψεν, οὐ τοῦτο λογιζόμεθα ὅτι ὀργῇ χρώμενος ὁ φωστὴρ τὸν μὴ βουληθέντα πρὸς αὐτὸν ἰδεῖν ἐπὶ τὸν βόθρον ἀπώσατο, ἀλλ' οὕτως ἂν τὸ ῥηθὲν νοηθείη κατὰ τὸ εὔλογον, ὅτι τὸ μὴ μετέχειν τοῦ φωτὸς αἴτιον τῷ μὴ βλέποντι τῆς εἰς τὸν βόθρον ἐστὶ καταπτώσεως, οὕτως εὐαγὲς ἂν εἴη καὶ τὸ τοῦ Ἀποσ τόλου νοεῖν, τὸ τοὺς μὴ ἐπιγνόντας τὸν Θεὸν τοῖς τῆς ἀτιμίας ἐκδίδοσθαι πάθεσι καὶ τὸ ἐσκληρύνθαι παρὰ τοῦ Θεοῦ τὸν Αἰγύπτιον τύραννον, οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ τοῦ Φαραὼ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ' ὡς τῆς προαιρέσεως διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον οὐ δεχομένης. 2.77 Οὕτω καὶ ἡ τῆς ἀρετῆς ῥάβδος ἐν τοῖς Αἰγυπτίοις φανεῖσα τὸν μὲν Ἑβραῖον καθαρὸν τῆς βατραχώδους ζωῆς ἀπεργάζεται, τὸν δὲ Αἰγυπτίον πλήρη τῆς τοιαύτης δείκνυσι νόσου. 2.78 Ἀλλ' ἔσθ' ὅτε, τοῦ Μωϋσέως καὶ ὑπὲρ τούτων τὰς χεῖρας ἐκτείναντος, ἀφανισμὸς τῶν βατράχων γίνεται. Ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν γινόμενον. Οἱ γὰρ τὴν ἔκτασιν τῶν χειρῶν τοῦ νομοθέτου κατανοήσαντες (συνίεις δὲ πάντως τί σοι λέγει τὸ αἴνιγμα, ὥστε νοῆσαι διὰ μὲν τοῦ νομοθέτου τὸν ἀληθινὸν νομοθέτην, διὰ δὲ τῆς τῶν χειρῶν ἐκτάσεως τὸν ἐπὶ τοῦ σταυροῦ τὰς χεῖρας ἐκτείναντα), οἱ τοίνυν πρὸ ὀλίγου τοῖς ῥυπαροῖς τούτοις καὶ βατραχώδεσι λογισμοῖς συζῶντες, εἰ πρὸς τὸν ὑπὲρ ἡμῶν τὰς χεῖρας ἐκτείναντα ἴδοιεν, ἀπαλλάσσονται τῆς πονηρᾶς αὐτῶν συνοικήσεως, νεκρωθέντος τοῦ πάθους καὶ ἐποζέσαντος. 2.79 Ἀληθῶς γὰρ τοῖς ἀπηλλαγμένοις τῆς τοιαύτης νόσου, μετὰ τὴν νέκρωσιν τῶν ἑρπηστικῶν κινημάτων ἄτοπός τις καὶ δυσώδης ἡ τῶν προβεβιωμένων γίνεται μνήμη, δι' αἰσχύνης τὴν ψυχὴν ἀηδίζουσα, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τοὺς ἐκ τῆς τοῦ κακοῦ μεταβολῆς τὴν ἀρετὴν μετιόντας ὅτι· τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; 2.80 Κατὰ τὴν διάνοιαν ταύτην νόει μοι καὶ τὸν ἀέρα διὰ τῆς ῥάβδου τοῖς μὲν τῶν Αἰγυπτίων ὀφθαλμοῖς