1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

26

ἐχθρῶν παρατάξεως. Τί γὰρ ἄν τις διαφέρειν εἴποι τοὺς θυμώδεις τῶν λογισμῶν ἢ τὰς πρὸς ἡδονήν τε καὶ λύπην καὶ πλεονεξίαν ὁρμὰς τῆς μνημονευθείσης στρατιᾶς. Λίθος ἄντικρυς ἀπὸ σφενδόνης ἐστὶν ἡ λοιδορία καὶ λόγχη τὴν αἰχμὴν ἐπισείουσα ἡ θυμώδης ὁρμή· τὸ δὲ περὶ τὰς ἡδονὰς πάθος οἱ ἵπποι νοείσθωσαν, ἀσχέτῳ τινὶ ὁρμῇ τὸ ἅρμα δι' ἑαυτῶν ἐφελκόμενοι, 2.123 ἐν ᾧ οἱ τρεῖς ἐπιβάται, οὓς τριστάτας ὀνομάζει ἡ ἱστορία· νοήσεις δὲ τοὺς τρεῖς τούτους πάντως τοὺς φερομένους ὑπὸ τοῦ ἅρματος, προδιδαχθεὶς ἐν τῷ κατὰ τοὺς σταθμοὺς καὶ τὴν φλιὰν μυστηρίῳ τὴν τριμερῆ τῆς ψυχῆς διαίρεσιν, εἰς τὸ λογιστικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδὲς ἀναπέμπων τὸ νόημα. 2.124 Ταῦτα οὖν πάντα καὶ ὅσα τούτοις ὁμόφυλα τῷ καθηγουμένῳ τῆς πονηρᾶς ἐφόδου συνεισπίπτει τῷ Ἰσραη λίτῃ ἐπὶ τὸ ὕδωρ· ἐφ' ὧν ἡ τοῦ ὕδατος φύσις, ἡγουμένης τῆς κατὰ τὴν βακτηρίαν πίστεως καὶ τῆς φωτιζούσης νεφέλης, ζωοποιὸς μὲν γίνεται τῶν εἰς αὐτὴν καταφευγόντων, ἀναιρετικὴ δὲ τῶν διωκόντων. 2.125 Πρὸς ἃ παιδεύει διὰ τούτων ἡ ἱστορία, οἵους προσήκει εἶναι τοὺς διϊόντας τὸ ὕδωρ, μηδὲν τῆς ἐναντίας στρατιᾶς μετὰ τὸ ἀναδῦναι τοῦ ὕδατος ἐφελκομένους. Εἰ γὰρ συνανέβη αὐτῷ ὁ πολέμιος, μένει καὶ μετὰ τὸ ὕδωρ ἐν τῇ δουλείᾳ, συνεκβαλὼν ἑαυτῷ ζῶντα τὸν τύραννον, ὃν ἐν τῷ βυθῷ οὐ κατέδυσε. Τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς ἄν τις πρὸς τὸ γυμνότερον τὸ αἴνιγμα μεταβαλὼν σαφηνίσειε, τὸ δεῖν πάντας τοὺς διερχομένους τὸ μυστικὸν ὕδωρ ἐν τῷ βαπτίσματι πᾶσαν τὴν τῆς κακίας παρεμβολήν, οἷον τὴν πλεονεξίαν, τὴν ἀκόλαστον ἐπιθυμίαν, τὴν ἁρπακτικὴν διάνοιαν, τὸ κατὰ τὸν τῦφον καὶ τὴν ὑπερηφανίαν πάθος, τὴν θυμώδη ὁρμήν, τὴν ὀργήν, τὴν μῆνιν, τὴν βασκανίαν, τὸν φθόνον καὶ πάντα τὰ τοιαῦτα, ἐπειδή πως πέφυκεν ἕπεσθαι τῇ φύσει τὰ πάθη, νεκρὰ ποιεῖν ἐν τῷ ὕδατι, αὐτά τε τὰ πονηρὰ τῆς διανοίας κινήματα καὶ τὰ ἐκ τούτων ἀποτελέσματα, 2.126 καθάπερ ἐν τῷ μυστηρίῳ τοῦ Πάσχα (τοῦτο γὰρ ὄνομα τῷ ἱερείῳ οὗ τὸ αἷμα κωλυτικὸν θανάτου τῷ χρησαμένῳ γίνεται)· ὥσπερ τοίνυν ἐκεῖ τὸν ἄρτον ἄζυμον κελεύει ἐπεσθίειν τῷ Πάσχα (ἄζυμος δ' ἂν εἴη τῆς ἑωλοτέρας ἀνεπίμικτος ζύμης), νοεῖν δὲ δίδωσι διὰ τούτων ὁ νόμος τὸ μηδὲν τῆς κακίας λείψανον τῷ ἐφεξῆς καταμιγνύειν βίῳ, ἀλλ' ἀπὸ ἰδίας ἀρχῆς τῆς μετὰ ταῦτα ζωῆς ἄρξασθαι, τὸν τὸ συνεχὲς τῆς τῶν κακῶν ἀκολουθίας τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ διακόψαντα, οὕτω καὶ ἐνταῦθα βούλεται πᾶν Αἰγύπτιον πρόσωπον, τουτέστι πᾶν ἁμαρτίας εἶδος, ὥσπερ τινὶ βυθῷ τῷ σωτηρίῳ βαπτίσματι καταπνίξαντας, μόνους ἀναδῦναι, μηδὲν κατὰ τὸν βίον ἐπισυρομένους ἀλλόφυλον· τοῦτο γάρ ἐστιν ὃ διὰ τῆς ἱστορίας ἀκούομεν, ἥ φησιν ἐν τῷ αὐτῷ ὕδατι θανάτῳ καὶ ζωῇ διακρίνεσθαι τὸ ἐχθρὸν καὶ τὸ φίλον, τοῦ μὲν ἐχθροῦ φθειρομένου, τοῦ δὲ φίλου ζωογονουμένου. 2.127 Ὡς οἵ γε πολλοὶ τῶν τὸ μυστικὸν βάπτισμα προσδε ξαμένων, ἀγνοίᾳ τῶν τοῦ νόμου παραγγελμάτων, τὴν παρελθοῦσαν τῆς κακίας ζύμην τῇ ζωῇ τοῦ μετὰ ταῦτα βίου καταμιγνύουσι, καὶ τὸν στρατὸν τὸν Αἰγύπτιον καὶ μετὰ τὸ περάσαι τὸ ὕδωρ ζῶντα μεθ' ἑαυτῶν διὰ τῶν ἐπιτηδευμάτων ἐπάγονται. 2.128 Ὁ γὰρ δι' ἁρπαγῆς ἢ ἀδικίας πλουτήσας, ἤ τινα χῶρον ἐξ ἐπιορκίας κτησάμενος, ἢ διὰ μοιχείας γυναικὶ συνοικήσας, ἢ ἄλλο τι τῶν ἀπειρη μένων πρὸ τῆς τοῦ βαπτίσματος δωρεᾶς παρὰ τὸν βιὸν τολμήσας, οἴεται τῇ ἀπολαύσει τῶν κακῶς αὐτῷ προσγε νομένων καὶ μετὰ τὸ λουτρὸν παραμείνας ἠλευθερῶσθαι τῆς τῶν ἁμαρτημάτων δουλείας, ὥσπερ δὴ οὐχ ὁρῶν ἑαυτὸν τοῖς πονηροῖς ὑποκεκυφότα δεσπόταις. 2.129 ∆εσπότης γάρ τίς ἐστιν ἄγριος καὶ λυσσώδης τὸ ἀκόλαστον πάθος τῷ ἀνδραποδώδει λογισμῷ, οἷόν τισι μάστιξι, ταῖς ἡδοναῖς αἰκιζόμενος. Ἄλλος τοιοῦτος δεσπότης ἡ πλεονεξία μηδεμίαν ἄνεσιν τῷ δουλεύοντι παρεχόμενος, ἀλλά, κἂν πολλὰ ἐργάσηται, τοῖς ἐπιτάγμασιν ὑπηρετῶν τοῦ δεσπότου, καὶ τὸ πρὸς ἐπιθυμίαν αὐτῷ κατακτώμενος, πρὸς τὸ πλεῖον ἀεὶ συνελαύνεται. Καὶ τὰ ἄλλα πάντα, ὅσα διὰ κακίας ἐνεργεῖται, τυράννων καὶ δεσποτῶν ἐστιν ἀπαρίθμησις, οἷς δουλεύων τις, κἂν διεξεληλυθὼς τύχῃ τὸ ὕδωρ,