1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

27

οὔπω κατά γε τὸν ἔμον λόγον τοῦ μυστικοῦ ὕδατος ἔθιγεν, οὗ ἔργον ἐστὶν ἡ τῶν πονηρῶν τυράννων ἀπώλεια.

2.130 Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου πάλιν προέλθωμεν. Ὁ γὰρ διελθὼν τὸ νοηθὲν ἡμῖν πέλαγος καὶ ἰδὼν ἐν αὐτῷ νεκρὸν τὸν θεωρηθέντα τοῦτον Αἰγύπτιον, οὐκέτι πρὸς Μωϋσέα μόνον ὁρᾷ τὸν τῆς ἀρετῆς ῥαβδοῦχον, ἀλλὰ πιστεύει μὲν κατὰ τὸ προηγούμενον τῷ Θεῷ, καθὼς ὁ τῆς ἱστορίας λόγος φησί, πείθεται δὲ καὶ τῷ θεράποντι αὐτοῦ Μωϋσεῖ, ὃ καὶ νῦν βλέπομεν παρὰ τῶν ἀληθῶς τὸ ὕδωρ περαιουμένων γινόμενον, οἳ τῷ Θεῷ ἑαυτοὺς ἀναθέντες καὶ τοῖς θεραπεύουσι διὰ τῆς ἱερωσύνης τὸ Θεῖον πείθονται καὶ ὑπείκουσι, καθώς φησιν ὁ Ἀπόστολος. 2.131 Ὁδὸς μετὰ τὴν θάλασσαν τριῶν ἡμερῶν διαδέχεται, ἐν ᾗ κατά τινα τόπον στρατοπεδεύσασιν ἄποτον παρὰ τὴν πρώτην ὑπὸ πικρίας τὸ εὑρεθὲν ὕδωρ ἐφάνη. Ἀλλὰ τὸ ξύλον ἐντεθὲν προσηνὲς τοῖς διψῶσι τὸ ποτὸν ἀπειργάσατο. 2.132 Συμβαίνει τοῖς γινομένοις ἡ ἱστορία· τῷ γὰρ καταλελοιπότι τὰς Αἰγυπτίας ἡδονάς, αἷς ἐδούλευε πρὶν διαβῆναι τὴν θάλασσαν, δύσληπτος καὶ ἀηδὴς ὁ βίος ὁ τῶν ἡδονῶν κεχωρισμένος παρὰ τὴν πρώτην δοκεῖ. Ἀλλ' εἰ τὸ ξύλον ἐμβληθείη τῷ ὕδατι, τουτέστιν εἰ τὸ τῆς ἀναστάσεώς τις παραλάβοι μυστήριον, ὃ διὰ τοῦ ξύλου τὴν ἀρχὴν ἔσχε (ξύλον δὲ ἀκούσας τὸν σταυρὸν πάντως ἐνόησας), τότε παντὸς γλυκάσματος τοῦ τὴν αἴσθησιν δι' ἡδονῆς γαργαλίζοντος γλυκύτερός τε καὶ ποτιμώτερος ὁ κατ' ἀρετὴν γίνεται βίος, τῇ ἐλπίδι τῶν μελλόντων ἐφηδυνόμενος. 2.133 Ἡ δὲ ἐφεξῆς τῆς ὁδοιπορίας καταγωγή, φοίνιξι καὶ πηγαῖς ἁβρυνομένη, διαναπαύει τῶν ὁδοιπορούντων τὸν κόπον. Εἰσὶ δὲ δυοκαίδεκα μὲν αἱ τῶν ὑδάτων πηγαί, καθαροῦ τε καὶ ἡδίστου νάματος, ἑβδομήκοντα δὲ οἱ φοίνικες, εὐμεγέθεις τε καὶ ὑψίκομοι, τοῦ χρόνου τὰ δένδρα πρὸς ὕψος ἄραντος. Τί οὖν ἐν τούτοις εὑρίσκομεν, δι' ἀκολούθου προϊούσης τῆς ἱστορίας; Ὅτι τὸ τοῦ ξύλου μυστήριον, δι' οὗ πότιμον τῆς ἀρετῆς τὸ ὕδωρ τοῖς διψῶσι γίνεται, προσάγει ἡμᾶς ταῖς δυοκαίδεκα πηγαῖς καὶ τοῖς ἑβδομήκοντα φοίνιξι, τουτέστι τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, 2.134 ἐν ᾧ πηγαὶ μέν εἰσι δυοκαίδεκα οἱ Ἀπόστολοι, τοσούτους τοῦ Κυρίου πρὸς τὴν χρείαν ταύτην ἐκλεξαμένου καὶ πηγάζειν δι' αὐτῶν τὸν λόγον ποιήσαντος, ὡς καί τινα τῶν Προφητῶν προαναφωνῆσαι τὴν ἐκ τῶν Ἀποστόλων βρύουσαν χάριν, ἐν οἷς φησιν· ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ, ἑβδομήκοντα δ' ἂν εἶεν φοίνικες οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἔξω τῶν δώδεκα μαθητῶν ἐπιχειρο τονηθέντες ἀπόστολοι, τοσοῦτοι τὸν ἀριθμὸν ὄντες, ὅσους εἶναί φησιν ἡ ἱστορία τοὺς φοίνικας. 2.135 Ἀλλ' ἐπισπεύδειν, οἶμαι, προσήκει τὴν ὁδοιπορίαν διὰ τοῦ λόγου, δι' ὀλίγων, ὧν παρεθέμεθα, ῥᾳδίαν τοῖς φιλο πονωτέροις τὴν θεωρίαν ποιήσαντας τῶν λοιπῶν παρεμβολῶν. Ἀρεταὶ δ' ἂν εἶεν αἱ παρεμβολαί, αἷς ὁ τῷ στύλῳ τῆς νεφέλης ἑπόμενος, καθεξῆς προϊών, ἐνστρατοπεδεύει καὶ ἀναπαύεται. Τὰς οὖν ἐν τῷ μέσῳ καταγωγὰς ὑπερβὰς τῷ λόγῳ, τῆς κατὰ τὴν πέτραν θαυματοποιΐας ἐπιμνησθήσομαι, ἧς ἡ φύσις ἡ ἀντιτυπὴς καὶ στερέμνιος ποτὸν τοῖς διψῶσιν ἐγένετο, εἰς ὕδατος μαλακότητα τῆς ἀντιτυπίας ἀναλυθείσης. 2.136 Ἀλλ' οὐδεὶς πόνος προσαρμόσαι τῇ κατ' ἀναγωγὴν θεωρίᾳ τὴν τῆς ἱστορίας ἀκολουθίαν. Ὁ γὰρ ἐν τῷ ὕδατι καταλιπὼν νεκρὸν τὸν Αἰγύπτιον καὶ τῷ ξύλῳ καταγλυ κανθεὶς καὶ ταῖς ἀποστολικαῖς ἐντρυφήσας πηγαῖς, ὑπό τε τῇ σκιᾷ τῶν φοινίκων ἀναπαυσάμενος, οὗτος ἤδη καὶ τοῦ Θεοῦ δεκτικὸς γίνεται. Ἡ γὰρ πέτρα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ Χριστός ἐστιν, ἄνικμός τις καὶ ἀντιτυπὴς τοῖς ἀπίστοις, εἰ δέ τις προσαγάγοι τὴν ῥάβδον τῆς πίστεως, ποτὸν τοῖς διψῶσι γινόμενος καὶ ἐντὸς τῶν εἰσδεχομένων αὐτὸν εἰσρέων· ἐγὼ γάρ, φησί, καὶ ὁ Πατήρ μου ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. 2.137 Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν ἀθεώρητον, ὅτι μετὰ τὸ διαβῆναι τὴν θάλασσαν καὶ γλυκανθῆναι τοῖς τῆς ἀρετῆς ὁδοιπόροις τὸ ὕδωρ καὶ μετὰ τὴν ἁβρὰν ἐκείνην καταγω γὴν τὴν κατὰ τὰς πηγὰς καὶ τοὺς φοίνικας