1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

28

καὶ μετὰ τὸ πιεῖν ἐκ τῆς πέτρας, τότε παντελῶς ἡ τῶν Αἰγυπτίων ἐφοδίων ἐπίλειψις γίνεται. Καὶ οὕτω μηδεμιᾶς αὐτοῖς ὑπολειφθείσης ἀλλοφύλου τροφῆς, ἣν ἐξ Αἰγύπτου ἐπεσιτίσαντο, ἄνωθεν ἐπιρρεῖ ἡ τροφή, ποικίλη τις ἅμα καὶ μονοειδὴς οὖσα. Τὸ μὲν γὰρ φαινόμενον μονοειδὲς ἦν, ἡ δὲ ποιότης τὸ ποικίλον εἶχεν, ἑκάστῳ προσφόρως κατὰ τὸ εἶδος τῆς ἐπιθυμίας ἐγγινομένη. 2.138 Τί οὖν ἐστιν ὃ μανθάνομεν; ∆ι' ὅσων προσήκει καθαρσίων ἑαυτὸν ἐκκαθᾶραί τινα τῆς Αἰγυπτίας τε καὶ ἀλλοφύλου ζωῆς, ὥστε κενῶσαι τὸν τῆς ψυχῆς αὐτοῦ θύλακον πάσης τῆς κατὰ κακίαν τροφῆς, ἧς σιτοποιοῦσιν οἱ Αἰγύπτιοι, καὶ οὕτως τὴν ἄνωθεν κατιοῦσαν τροφὴν ἐν ἑαυτῷ καθαρᾷ τῇ ψυχῇ δέξασθαι, ἣν οὐ σπορὰ ἡμῖν τις ἐκ γεωπονίας ἀνέφυσεν, ἀλλ' ἕτοιμος ἄρτος ἄσπορός τε καὶ ἀνήροτος, ἄνωθεν μὲν κατιών, ἐπὶ δὲ γῆς εὑρισκόμενος. 2.139 Νοεῖς δὲ πάντως τὴν ἀληθῆ ταύτην βρῶσιν διὰ τοῦ κατὰ τὴν ἱστορίαν αἰνίγματος, ὅτι ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ καταβάς, οὐκ ἀσώματόν τι χρῆμά ἐστι. Πῶς γὰρ ἂν σώματι τροφὴ γένοιτο τὸ ἀσώματον; Τὸ δὲ μὴ ἀσώματον σῶμα πάντως ἐστί. Τὸ δὲ σῶμα τούτου τοῦ ἄρτου οὔτε ἄροσις οὔτε σπορὰ ἐγεώργησεν, ἀλλ' ἡ γῆ, οἵα ἐστὶ μείνασα, πλήρης εὑρίσκεται τῆς τοιαύτης θείας τροφῆς, ἧς οἱ πεινῶντες μετέχουσι, τὸ κατὰ τὴν Παρθένον μυστήριον διὰ τῆς θαυματοποιΐας ταύτης προπαιδευόμενοι.

2.140 Οὗτος τοίνυν ὁ ἀγεώργητος ἄρτος καὶ λόγος ἐστί, τῷ πολυειδεῖ τῆς ποιότητος κατὰ τὰς τῶν ἐσθιόντων ἐπιτηδειότητας συνεξαλλάσσων τὴν δύναμιν. Οἶδε γὰρ οὐ μόνον ἄρτος εἶναι, ἀλλὰ καὶ γάλα γίνεσθαι καὶ κρέας καὶ λάχανα καὶ ὅτιπερ ἂν ᾖ τῷ προσφερομένῳ κατάλ ληλόν τε καὶ καταθύμιον, ὡς διδάσκει ὁ τὴν τοιαύτην καὶ τοσαύτην παρατιθεὶς ἡμῖν τράπεζαν Παῦλος ὁ θεῖος Ἀπόστο λος, ὁ τοῖς τελειοτέροις στερροτέραν τε καὶ κρεώδη βρῶσιν τὸν λόγον ποιῶν καὶ λάχανα τοῖς ἀσθενεστέροις καὶ γάλα τοῖς νηπιάζουσι. 2.141 Τὰ δ' ὅσα περὶ τὴν τροφὴν ἐκείνην ἡ ἱστορία διέξεισι θαύματα δόγματα πρὸς τὸν κατ' ἀρετὴν βίον ἐστί. Φησὶ γὰρ ἴσην πᾶσι προκεῖσθαι τὴν τῆς τροφῆς μετουσίαν, οὐδὲν κατὰ τὴν διαφορὰν τῆς τῶν συλλεγόντων δυνάμεως οὔτε πλεονά ζουσαν κατὰ τὴν χρείαν οὔτε ἐλλείπουσαν. Τοῦτο δέ ἐστι κατά γε τὸν ἐμὸν λόγον συμβουλή τις τῷ κοινῷ προκειμένη μὴ παριέναι τοὺς ὅρους τῆς χρείας τοὺς τὰς ἀφορμὰς τοῦ ζῆν ἐκ τῶν ὑλικῶν τούτων ποριζομένους, ἀλλ' εὖ εἰδέναι ὅτι ἓν μέτρον τῇ φύσει τῆς ἐδωδῆς ἐπὶ πάντων ἐστὶν ἡ πρὸς ἡμέραν ἀπόλαυσις, 2.142 ἐν ᾗ, κἂν πολλαπλάσια παρα σκευασθῇ τῆς χρείας, ἡ γαστὴρ τὰ ἴδια μέτρα διαβῆναι φύσιν οὐκ ἔχει, οὐδὲ τῇ ἀπληστίᾳ τῆς παρασκευῆς συνεκ τείνεται. Ἀλλά, καθώς φησιν ἡ ἱστορία, οὔτε ὁ τὸ πολὺ λαβὼν ἐπλεόνασε (ποῦ γὰρ ἀπόθηται τὸ πλέον οὐκ ἔχει), οὔτε ὁ τὸ ὀλίγον ἠλαττόνησε (πρὸς γὰρ τὸ εὑρεθὲν συστα λεῖσα ἡ χρεία συνεμετρήθη). 2.143 Τὸ δὲ τοῖς τὸ περιττὸν ταμιεύουσιν εἰς σκωλήκων γένεσιν μεταποιεῖσθαι τὴν ἀπληστίαν, βοᾷ τρόπον τινὰ τοῖς πλεονέκταις διὰ τούτων ὁ λόγος ὅτι πᾶν τὸ ἔξω τῆς χρείας ὑπὸ τῆς πλεονεκτικῆς ταύτης ἐπιθυμίας περιεχόμενον, ἐν τῇ ἑξῆς ἡμέρᾳ, τουτέστιν ἐν τῷ προσδοκωμένῳ βίῳ, σκώληξ τῷ ταμιεύσαντι γίνεται. Νοεῖ δὲ πάντως ὁ ἀκούων διὰ τοῦ σκώληκος τούτου τὸν ἀτελεύτητον σκώληκα τὸν διὰ τῆς πλεονεξίας ζωογονούμενον. 2.144 Τὸ δὲ ἐν μόνῳ τῷ σαββάτῳ διαρκεῖν τὸ ἀπόθετον μηδεμίαν διαφθορὰν ὑπομένον τοιαύτην τινὰ συμβουλὴν περιέχει, ὅτι ἔσθ' ὅτε χρηστέον ἐστὶ τῇ πλεονεκτικῇ προαι ρέσει ἐν οἷς τὸ συναγόμενον διαφθορὰν οὐ προσίεται, τότε χρήσιμον ἡμῖν γινόμενον ὅταν παρελθόντες τὴν τοῦ βίου τούτου παρασκευὴν ἐν τῇ μετὰ θάνατον ἀπραξίᾳ γενώμεθα. Ἡ γὰρ πρὸ τοῦ σαββάτου ἡμέρα παρασκευὴ πρὸς τὸ σάββατον καὶ ἔστι καὶ ὀνομάζεται. Αὕτη δ' ἂν εἴη ὁ βίος οὗτος, ἐν ᾧ τὰ τῆς ἐρχομένης ζωῆς ἑαυτοῖς εὐτρεπίζομεν, 2.145 ἐν ᾗ ἔργον οὐδὲν τῶν νῦν ἡμῖν συγκεχωρημένων ἐπιτελεῖται, οὐ γεωργία, οὐκ ἐμπορία, οὐ στρατεία, οὐκ ἄλλο τι τῶν ὧδε σπουδαζομένων οὐδέν, ἀλλ' ἐν ἀπραξίᾳ πάσῃ τῶν τοιούτων ἔργων διάγοντες, τῶν νῦν ἡμῖν παρὰ τὸν βίον