1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

29

καταβεβλημένων σπερμάτων τοὺς καρποὺς κομιζόμεθα, ἀφθάρτους μέν, εἴπερ ἀγαθὰ εἴη τοῦ βίου τὰ σπέρματα, φθαρτικοὺς δὲ καὶ ὀλεθρίους, εἰ τοιαῦτα ἡμῖν ἡ γεωργία τῆς ζωῆς ταύτης ἐκφύσειεν. Ὁ γὰρ σπείρων εἰς τὸ πνεῦμα, φησίν, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· ὁ δὲ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. 2.146 Ἀλλ' ἡ πρὸς τὸ κρεῖττον ἑτοιμασία μόνη κυρίως παρασκευὴ ὀνομάζεταί τε καὶ κυροῦται δήπουθεν τῷ νόμῳ, ἧς τὸ ἀπόθετον ἀφθαρσία ἐστί. Τὸ δὲ ἐκ τοῦ ἐναντίου νοούμενον παρασκευὴ οὔτε ἔστιν, οὔτε λέγεται· τὴν γὰρ τῶν ἀγαθῶν στέρησιν οὐκ ἄν τις εἰκότως παρασκευήν, ἀλλ' ἔκπτωσιν παρασκευῆς ὀνομάσειε. ∆ιὸ μόνην τὴν πρὸς τὸ κρεῖττον κατορθουμένην παρασκευὴν νομοθετεῖ τοῖς ἀνθρώποις ἡ ἱστορία, τὸ ἐναντίον διὰ τῆς παραλείψεως νοεῖν τοῖς συνετοῖς καταλείπουσα. 2.147 Καθάπερ δὲ ἐν τοῖς στρατιωτικοῖς καταλόγοις πρότερον πορίζει τὸ σιτηρέσιον ὁ τῆς στρατείας ἡγούμενος, εἶθ' οὕτω δίδωσι τοῦ πολέμου τὸ σύνθημα, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς ἀρετῆς στρατιῶται τὸ μυστικὸν δεξάμενοι σιτηρέσιον, οὕτω κατὰ τῶν ἀλλοφύλων κινοῦσι τὸν πόλεμον, Ἰησοῦ τοῦ Μωϋσέως διαδόχου καθηγουμένου τῆς μάχης. 2.148 Ὁρᾷς δι' οἵας πρόεισιν ἀκολουθίας ὁ λόγος; Ἕως ἀσθενέστερός ἐστιν ὁ ἄνθρωπος τῇ πονηρᾷ τυραννίδι κεκακω μένος δι' ἑαυτοῦ τὸν ἐχθρὸν οὐκ ἀμύνεται· οὐδὲ γὰρ δύναται. Ἀλλ' ἕτερός ἐστιν ὁ τῶν ἀσθενούντων ὑπερμαχῶν, ὁ ταῖς ἐπαλλήλοις πληγαῖς τὸν πολέμιον τύπτων. Ἐπεὶ δὲ τῆς τῶν κρατούντων δουλείας ἠλευθερώθη καὶ κατεγλυκάνθη τῷ ξύλῳ καὶ ἐν τῇ τῶν φοινίκων καταγωγῇ τὸν κόπον ἀνέπαυσε καὶ τὸ τῆς πέτρας ἔγνω μυστήριον καὶ τῆς οὐρανίου μετέσχε τροφῆς, τότε οὐκέτι δι' ἑτέρας χειρὸς ἀμύνεται τὸν πολέμιον, ἀλλ' ὡς ἐκβὰς ἤδη τὴν τοῦ παιδὸς ἡλικίαν καὶ καταλαβὼν τὴν ἀκμὴν τῆς νεότητος, αὐτὸς δι' ἑαυτοῦ τοῖς ἐναντίοις συμπλέκεται, στρατηγῷ χρώμενος οὐκέτι Μωϋσεῖ τῷ θεράποντι τοῦ Θεοῦ, ἀλλ' αὐτῷ τῷ Θεῷ, οὗ Μωϋσῆς θεράπων ἐγένετο. Ὁ γὰρ ἐξ ἀρχῆς δοθεὶς ἐν τύπῳ καὶ σκιᾷ τῶν μελλόντων νόμος ἐν τοῖς ἀληθινοῖς ἀγῶσιν ἀπόμαχος μένει, στρατηγεῖ δὲ ὁ πληρωτὴς τοῦ νόμου καὶ Μωϋσέως διάδοχος, ὁ διὰ τῆς ὁμωνυμίας τοῦ τότε στρατηγοῦντος προκηρυσσό μενος. 2.149 Ὁ δὲ λαός, εἰ μὲν ἐπηρμένας βλέποι τοῦ νομοθέτου τὰς χεῖρας, ὑπέρτερος τοῦ ἐχθροῦ κατὰ τὴν παράταξιν γίνεται, εἰ δὲ καθειμένας, ἐνδίδωσι. Σημαίνει δὲ τὸ μὲν ἐν ὕψει τὰς χεῖρας ἔχειν τὸν Μωϋσέα τὴν διὰ τῶν ὑψηλοτέρων νοημάτων θεωρίαν τοῦ νόμου, τὸ δὲ εἰς τὴν γῆν ἐπικλίνειν τὴν ταπεινήν τε καὶ χαμαίζηλον κατὰ τὸ γράμμα τοῦ νόμου ἐξήγησίν τε καὶ παρατήρησιν.

2.150 Ἐπαίρει δὲ βαρυνθείσας τοῦ Μωϋσέως τὰς χεῖρας ὁ ἱερεὺς συνεργῷ χρώμενος τῷ ᾠκειωμένῳ κατὰ τὸ γένος. Οὐδὲ τοῦτο τῆς τῶν θεωρηθέντων ἀκολουθίας ἐστὶν ἐκτός. Ἡ γὰρ ἀληθὴς ἱερωσύνη διὰ τοῦ συνημμένου αὐτῇ λόγου Θεοῦ τὰς ἐν τῇ βαρύτητι τῆς Ἰουδαϊκῆς διανοίας εἰς γῆν ἐρριμμένας ἐνεργείας τοῦ νόμου πάλιν εἰς ὕψος ἀνάγει καὶ πίπτοντα τὸν νόμον εἰς ἔδαφος ὑπερείδει τῷ λίθῳ, ὥστε αὐτὸν ἀνεστῶτα τῷ σχήματι τῆς τῶν χειρῶν ἐκτάσεως τὸν ἑαυτοῦ σκοπὸν ὑποδεικνύειν τοῖς βλέπουσιν. 2.151 Ἀληθῶς γάρ, τοῖς καθορᾶν δυναμένοις, ἐν τῷ νόμῳ μάλιστα τὸ κατὰ τὸν σταυρὸν θεωρεῖται μυστήριον. ∆ιό φησί που τὸ Εὐαγγέλιον ὅτι ἐκ τοῦ νόμου τὸ ἰῶτα καὶ ἡ κεραία οὐ παρέρχεται, σημαῖνον διὰ τῶν εἰρημένων τήν τε ἐκ πλαγίου γραμμὴν καὶ τὴν κάθετον, δι' ὧν τὸ σχῆμα τοῦ σταυροῦ καταγράφεται, ὅπερ καὶ ἐν τῷ Μωϋσεῖ τότε βλεπόμενον, ὃς ἀντὶ τοῦ νόμου νοεῖται, τρόπαιον καὶ νίκης αἴτιον τοῖς ὁρῶσι καθίσταται. 2.152 Πάλιν ἡμῖν δι' ἀκολούθου τινὸς ἀναβάσεως πρὸς τὰ ὑψηλότερα τῆς ἀρετῆς ὁ λόγος χειραγωγεῖ τὴν διάνοιαν. Ὁ γὰρ καὶ διὰ τῆς τροφῆς δυναμωθεὶς καὶ τῇ πρὸς τοὺς ἐναντίους συμπλοκῇ τὴν δύναμιν δείξας καὶ νικητὴς τῶν ἀντιτεταγμένων γενόμενος, τότε προσάγεται τῇ ἀπορρήτῳ ἐκείνῃ θεογνωσίᾳ, διδάσκοντος ἡμᾶς διὰ τούτων τοῦ λόγου οἷα καὶ ὅσα προσήκει προκατορθῶσαι κατὰ τὸν βίον, ἵνα τολμήσῃ ποτὲ τῇ