1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

30

διανοίᾳ προσβῆναι τῷ τῆς θεογνωσίας ὄρει καὶ ὑποδέξασθαι τὴν τῶν σαλπίγγων φωνὴν καὶ εἰσελθεῖν εἰς τὸν γνόφον οὗ ἔστιν ὁ Θεὸς καὶ ἐγγράψαι ταῖς πλαξὶ τὰ θεῖα χαράγματα, κἂν συντριβῶσιν αὗται διὰ πλημμελείας τινός, πάλιν τὰς χειροτμήτους ὑποθεῖναι τῷ Θεῷ πλάκας καὶ ἀναχαράξαι τῷ θείῳ δακτύλῳ τὰ ἐν ταῖς πρώταις ἀχρειωθέντα γράμματα. 2.153 Βέλτιον δ' ἂν εἴη δι' ἀκολούθου κατὰ τὴν τῆς ἱστορίας τάξιν τῇ ἀναγωγῇ προσαρμόσαι τὸ νόημα. Ἐπειδὰν γὰρ ὁ πρὸς τὸν Μωϋσέα καὶ τὴν νεφέλην βλέπων, δι' ὧν ἀμφοτέρων γίνεται τοῖς κατ' ἀρετὴν προϊοῦσιν ἡ ὁδηγία (εἴη δ' ἂν ἐν τῷ μέρει τούτῳ Μωϋσῆς μὲν τὰ νομικὰ παραγγέλματα, νεφέλη δὲ ἡ προκαθηγουμένη τοῦ νόμου), ὁ διανοίᾳ κεκαθαρ μένῃ ἐν τῇ διαβάσει τοῦ ὕδατος νεκρώσας τε καὶ ἀποκρίνας ἑαυτοῦ τὸ ἀλλόφυλον, γεύσηται τῆς μερρᾶς, τουτέστι τοῦ κεχωρισμένου τῶν ἡδονῶν βίου, ὃ πικρόν τε καὶ ἀηδὲς παρὰ τὴν πρώτην τοῖς γευσαμένοις φαινόμενον γλυκεῖαν παρέχει τοῖς τὸ ξύλον παραδεξαμένοις τὴν αἴσθησιν, εἶτα τοῖς κάλλεσι τῶν φοινίκων τῶν εὐαγγελικῶν καὶ τῶν πηγῶν ἐντρυφήσας καὶ τοῦ ζῶντος ὕδατος, ὅπερ ἐστὶν ἡ πέτρα, πλήρης γενόμενος, τόν τε οὐράνιον ἄρτον ἐν ἑαυτῷ λαβὼν καὶ κατὰ τῶν ἀλλοφύλων ἀνδρισάμενος, ᾧ τῆς νίκης αἰτία ἡ ἔκτασις τῶν χειρῶν τοῦ νομοθέτου γίνεται, ἡ τὸ μυστήριον τοῦ σταυροῦ προδεικνύουσα, τότε προσάγεται τῇ τῆς ὑπερκειμένης φύσεως θεωρίᾳ. 2.154 Ὁδὸς δὲ αὐτῷ πρὸς τὴν τοιαύτην γνῶσιν ἡ καθαρότης γίνεται, οὐ τοῦ σώματος μόνον περιρραντηρίοις τισὶν ἀφαγνισθέντος, ἀλλὰ καὶ τῶν ἐνδυμάτων πάσης κηλῖδος ἀποκλυσθέντων τῷ ὕδατι. Τοῦτο δέ ἐστι τὸ διὰ πάντων καθαρεῦσαι δεῖν τὸν μέλλοντα προσβαίνειν τῇ τῶν ὄντων θεωρίᾳ, ὡς καὶ ψυχῇ καὶ σώματι καθαρὸν εἶναι καὶ ἀκηλίδω τον τὸν ἐν ἑκατέρῳ ῥύπον καταλλήλως ἀποκλυσάμενον, ὡς ἂν καθαροὶ καὶ τῷ τὸ κρυπτὸν ὁρῶντι φανείημεν καὶ ἡ κατὰ τὸ φαινόμενον εὐσχημοσύνη τῇ ἔνδον τῆς ψυχῆς διαθέσει συμβαίνοι. 2.155 ∆ιὰ τοῦτο πρὸ τῆς ἐπὶ τὸ ὄρος ἀνόδου τῷ θείῳ προστάγματι τὰ ἱμάτια πλύνεται, τῆς εὐσχήμονος τοῦ βίου περιβολῆς παραδηλουμένης ἡμῖν τῷ τῶν ἱματίων αἰνίγματι. Οὐ γὰρ ἄν τις εἴποι τὸν αἰσθητὸν τοῦτον ῥύπον τῶν ἱματίων ἐμπόδιον τῆς ἀνόδου τοῖς πρὸς τὸν Θεὸν ἀνιοῦσι γίνεσθαι, ἀλλ' οἶμαι καλῶς τὸ ἱμάτιον τὴν τῶν κατὰ τὸν βίον τοῦτον ἐπιτηδευμάτων περιβολὴν ὀνομάζεσθαι. 2.156 Τούτου δὲ κατορθωθέντος καὶ τῆς τῶν ἀλόγων ἀγέλης ὡς πορρωτάτω τοῦ ὄρους ἀπελαθείσης, οὕτω προσβαίνει τῇ ἀναβάσει τῶν ὑψηλῶν νοημάτων. Τὸ δὲ μηδὲν τῶν ἀλόγων συγχωρῆσαι ἐπὶ τοῦ ὄρους φαίνεσθαι σημαίνει κατὰ τὴν ἡμετέραν ὑπόληψιν τὸ ὑπερβῆναι τὴν ἐξ αἰσθήσεως γινομένην γνῶσιν ἐν τῇ τῶν νοητῶν θεωρίᾳ. Ἴδιον γὰρ τῆς τῶν ἀλόγων φύσεως τὸ κατ' αἴσθησιν μόνην δίχα διανοίας οἰκονομεῖσθαι. Ἐκείνων καθηγεῖται ἡ ὅρασις καὶ ἡ ἀκοὴ πολλάκις πρός τι τὴν ὁρμὴν παρεκίνησε. Καὶ τὰ ἄλλα πάντα, δι' ὧν ἐνεργὸς ἡ αἴσθησις γίνεται, πολλὴν ἐν τοῖς ἀλόγοις ἔχει τὴν χώραν. 2.157 Ἡ δὲ τοῦ Θεοῦ θεωρία οὔτε κατὰ τὸ φαινόμενον οὔτε κατὰ τὸ ἀκουόμενον ἐνεργεῖται, οὔτε τινὶ τῶν συνήθων νοημάτων καταλαμβάνεται· οὔτε γὰρ ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε τῶν ἐπὶ καρδίαν ἀνθρώπου συνήθων ἀναβαινόντων ἐστίν. Ἀλλὰ χρὴ τὸν μέλλοντα προσβαίνειν τῇ τῶν ὑψηλῶν κατανοήσει πάσης αἰσθητικῆς τε καὶ ἀλόγου κινήσεως προκαθᾶραι τὸν τρόπον καὶ πᾶσαν δόξαν τὴν ἐκ προκαταλήψεώς τινος γεγενημένην τῆς διανοίας ἐκπλύναντα τῆς τε συνήθους ὁμιλίας χωρισθέντα τῆς πρὸς τὴν ἰδίαν σύνοικον, τουτέστι τὴν αἴσθησιν, ἣ σύζυγός πώς ἐστι τῇ ἡμετέρᾳ φύσει καὶ σύνοικος, καὶ ταύτης καθαρὸν γενόμενον, οὕτω κατατολμῆσαι τοῦ ὄρους. 2.158 Ὄρος γάρ ἐστιν ὡς ἀληθῶς ἄναντες καὶ δυσπρόσιτον ἡ θεολογία, ἧς μόλις ὁ πολὺς λεὼς τῆς ὑπωρείας φθάνει. Εἰ δέ τις Μωϋσῆς εἴη, γένοιτ' ἂν καὶ ἐπὶ πολὺ τῆς ἀνόδου, χωρῶν τῇ ἀκοῇ τὰς τῶν σαλπίγγων φωνάς, ἅς φησιν ὁ τῆς ἱστορίας λόγος ἰσχυροτέρας ἐν τῷ προβαίνειν γίνεσθαι. Ἀληθῶς γὰρ σάλπιγξ τὴν ἀκοὴν καταπλήττουσα τὸ περὶ τῆς θείας φύσεως κήρυγμα, μέγα μὲν καὶ παρὰ τὴν πρώτην