1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

34

βλέποι σκοπῶν, αἱ ὑπερκόσμιοι δυνάμεις εἰσίν, αἱ ἐν τῇ σκηνῇ θεωρούμεναι, αἱ κατὰ θείαν βούλησιν τὸ πᾶν ὑπερείδουσαι.

2.180 Ἐκεῖνοι ἀληθινοὶ ἀναφορεῖς ἡμῶν, οἱ εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οἱ καθάπερ δακτυλίοις τισὶ ταῖς ψυχαῖς ἡμῶν ἐνειρόμενοι τῶν σωζομένων, δι' ἑαυτῶν πρὸς τὸ ὕψος τῆς ἀρετῆς τοὺς κειμένους ἐπὶ τῆς γῆς ἀναφέροντες. Χερουβὶμ δὲ εἰπὼν ὁ λόγος κατακαλύπτοντα ταῖς πτέρυξι τὰ ἐγκείμενα τῇ κιβωτῷ τῆς διαθήκης μυστήρια βεβαιοῖ τὴν ἀποδοθεῖσαν ἡμῖν περὶ τῆς σκηνῆς θεωρίαν. Τὸ γὰρ ὄνομα τοῦτο τῶν περὶ τὴν θείαν φύσιν θεωρουμένων δυνάμεων μεμαθήκαμεν ἃς Ἠσαΐας καὶ Ἰεζεχιὴλ κατενόησαν. Ἡ δὲ κιβωτὸς τῆς διαθήκης κεκαλυμμένη ταῖς πτέρυξι μὴ ξενιζέτω τὴν ἀκοήν. Καὶ γὰρ ἐν τῷ Ἠσαΐᾳ τὸ ὅμοιον ἔστι μαθεῖν ἐν αἰνίγματι παρὰ τοῦ προφήτου περὶ τῶν πτερύγων λεγόμενον. Τὸ αὐτὸ γὰρ ἐνταῦθα μὲν κιβωτὸς διαθήκης, ἐκεῖ δὲ πρόσωπον ὀνομάζεται· καὶ καλύπτεται διὰ τῶν πτερύγων ὧδε μὲν ἡ κιβωτός, ἐκεῖ δὲ πρόσωπον, ὡς ἑνὸς ὄντος τοῦ ἐν ἀμφοτέροις νοουμένου, ὅπερ μοι δοκεῖ τὸ ἀκατάληπτον τῆς τῶν ἀπορρήτων θεωρίας αἰνίσσεσθαι. 2.181 Κἂν περὶ λύχνων ἀκούσῃς, πολυσχιδῶς ἐκ μιᾶς λυχνίας ἀνεχομένων, ὥστε ἄφθονον εἶναι καὶ δαψιλὲς τὸ φῶς πανταχόθεν λαμπόμενον, οὐκ ἂν ἁμάρτοις τὰς πολυειδεῖς τοῦ Πνεύματος μαρμαρυγὰς διαπρέπειν ταυτῇ τῇ σκηνῇ λογιζόμενος, καθὼς Ἠσαΐας φησίν, ἑπταχῇ διαιρῶν τὰς λαμπηδόνας τοῦ Πνεύματος. 2.182 Τὸ δὲ ἱλαστήριον οὐδὲ ἑρμηνείας οἶμαι προσδέεσθαι, τοῦ Ἀποστόλου τὸ κεκρυμ μένον ἀπογυμνώσαντος, ὅς φησιν ὅτι· ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον τῶν ψυχῶν ἡμῶν. Θυσιαστήριον δὲ καὶ θυμιατή ριον ἀκούων, νοῶ τὴν διηνεκῶς ἐπιτελουμένην τῇ σκηνῇ ταύτῃ τῶν ἐπουρανίων προσκύνησιν. Οὐ γὰρ μόνον ἐπιγείων καὶ ὑποχθονίων, ἀλλὰ καὶ τῶν ἐπουρανίων τὴν γλῶσσάν φησιν ἀποπέμπειν τὸν αἶνον τῇ τῶν πάντων ἀρχῇ. Τοῦτο δέ ἐστιν ἡ κεχαρισμένη τῷ Θεῷ θυσία, τὸ κάρπωμα τῶν χειλέων, καθώς φησιν ὁ Ἀπόστολος, καὶ τῶν προσευχῶν ἡ εὐωδία. 2.183 Εἰ δὲ καὶ δέρμα ἐν τούτοις ὁρᾶται πεφοινιγμένον βαφῇ καὶ τρίχες ἐξυφανθεῖσαι, οὐδὲ οὕτως ὁ εἱρμὸς τῆς θεωρίας διακοπήσεται. Ὁ γὰρ προφητικὸς ὀφθαλμός, ἐν τῇ τῶν θείων ὀπτασίᾳ γινόμενος, ἐκεῖ κατόψεται προωρισμένον τὸ σωτήριον πάθος, ὅπερ ἐν ἑκατέρῳ τῶν εἰρημένων σημαίνεται· τοῦ μὲν ἐρυθήματος τὸ αἷμα, τῆς δὲ τριχὸς ἑρμηνευούσης τὴν νέκρωσιν. Ἄμοιρος γὰρ αἰσθήσεως ἡ θρὶξ ἐν τῷ σώματι· διὸ κυρίως νεκρότητος γίνεται σύμβολον. 2.184 Ὅταν μὲν οὖν τὴν ἄνω σκηνὴν βλέπῃ, ταῦτα διὰ τούτων ὁ προφήτης ὁρᾷ. Εἰ δέ τις τὴν κάτω σκηνὴν θεωροίη, ἐπειδὴ πολλαχῇ Χριστὸς ἡ Ἐκκλησία παρὰ τοῦ Παύλου κατονομάζεται, καλῶς ἂν ἔχοι τοὺς ὑπηρέτας τοῦ θείου μυστηρίου, οὓς καὶ στύλους τῆς Ἐκκλησίας ὀνομάζει ὁ λόγος, ἀποστόλους τε καὶ διδασκάλους καὶ προφήτας, τὰ ὀνόματα ταῦτα νομίζειν εἶναι. Οὐ γὰρ μόνον Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος στύλοι τῆς Ἐκκλησίας εἰσίν, οὐδὲμόνος ὁ Βαπτιστὴς Ἰωάννης ὁ λύχνος ἦν ὁ καιόμενος, ἀλλὰ πάντες οἱ δι' ἑαυτῶν τὴν Ἐκκλησίαν ἐρείδοντες καὶ οἱ διὰ τῶν ἰδίων ἔργων φωστῆρες γινόμενοι καὶ στύλοι καὶ λύχνοι λέγονται. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, φησὶ πρὸς τοὺς Ἀποστόλους ὁ Κύριος. Καὶ πάλιν ἑτέρους ὁ θεῖος Ἀπόστολος στύλους εἶναι διακελεύεται, λέγων· ἑδραῖοι γίνεσθε καὶ ἀμετακίνητοι. Καὶ τὸν Τιμόθεον καλὸν στύλον ἐτεκτήνατο, ποιήσας αὐτόν, καθώς φησι τῇ ἰδίᾳ φωνῇ, στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας. 2.185 Ἐν ταύτῃ τῇ σκηνῇ καὶ θυσία τῆς αἰνέσεως καὶ θυμίαμα τῆς προσευχῆς ἐν τῷ ὄρθρῳ καὶ τῇ ἑσπέρᾳ ἐνεργουμένη διὰ παντὸς καθορᾶται. Νοεῖν δὲ δίδωσι ταῦτα ὁ μέγας ∆αβίδ, κατευθύνων εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ τῆς προσευχῆς τὸ θυμίαμα καὶ διὰ τῆς ἐκτάσεως τῶν χειρῶν ἱερουργῶν τὴν θυσίαν. Λουτῆρας δέ τις ἀκούων νοήσει πάντως τοὺς διὰ τοῦ μυστικοῦ ὕδατος τὸν μολυσμὸν ἀποκλύζοντας τῶν ἁμαρτιῶν. Λουτὴρ ἦν ὁ Ἰωάννης, ἐν τῷ Ἰορδάνῃ λούων τῷ τῆς μετανοίας βαπτίσματι, λουτὴρ ὁ Πέτρος, τρισχιλίους