1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

37

ἦν εὑρεῖν τινα ὁμοειδῆ πρὸς τὴν ἑτέραν, ἀλλ' ἰδιαζούσαις αὐγαῖς ἑκάστη ἐκαλλωπίζετο. 2.198 Τὸ μὲν δὴ σχῆμα τοῦ κόσμου τοῦτο. Ἡ δὲ διάνοια ἡ μὲν τῶν ἀσπίδων τῶν καθειμένων ἀπὸ τῶν ὤμων τὸ περιδέξιον τῆς κατὰ τοῦ ἀντικειμένου ὁπλίσεως ὑπαινίσσεται, ὥστε διχῇ, καθὼς μικρῷ πρόσθεν εἴρηται, τῆς ἀρετῆς κατορθουμένης διά τε πίστεως καὶ τῆς κατὰ τὸν βίον τοῦτον ἀγαθῆς συνειδήσεως πρὸς ἀμφότερα κατησφαλίσθαι ταῖς τῶν ἀσπίδων προσβολαῖς, ἄτρωτον τῶν τοιούτων βελῶν διαμένοντα διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν. 2.199 Τὸ δὲ τετράγωνον ἐκεῖνο κόσμιον τὸ τῶν ἀσπίδων ἑκατέρωθεν ἐξηρτημένον, ἐν ᾧ εἰσιν οἱ ἐπώνυμοι τῶν φυλῶν πατριάρχαι τοῖς λίθοις κατάγραπτοι, τοῦτο τῆς καρδίας προκάλυμμα γίνεται, παιδεύοντος ἡμᾶς τοῦ λόγου διὰ τοῦ σχήματος ὅτι ὁ ταῖς δύο ταύταις ἀσπίσι τὸν πονηρὸν τοξότην ἀποκρουσάμενος πάσαις ταῖς τῶν πατριαρχῶν ἀρεταῖς κατακοσμήσει τὴν ἰδίαν ψυχήν, ἄλλου ἄλλως ἐν τῷ πέπλῳ τῆς ἀρετῆς διαλάμποντος. Τὸ δὲ τετρά γωνον σχῆμα ἔνδειξίς σοι ἔστω τῆς ἐν τῷ καλῷ παγιότητος. ∆υσμετάθετον γὰρ τὸ τοιοῦτον σχῆμα, δι' ἴσου ταῖς γωνίαις ἐπὶ τῆς εὐθείας τῶν πλευρῶν ἐρειδόμενον.

2.200 Οἱ δὲ τελαμῶνες, δι' ὧν τὰ προκοσμήματα ταῦτα συνδεσμεῖται πρὸς τοὺς βραχίονας, δόγμα μοι δοκοῦσι πρὸς τὸν ὑψηλὸν βίον παρέχεσθαι τοῦ δεῖν συνάπτειν τὴν πρακ τικὴν φιλοσοφίαν τῇ κατὰ θεωρίαν ἐνεργουμένῃ, ὥστε τὴν καρδίαν μὲν τῆς θεωρίας, τοὺς δὲ βραχίονας τῶν ἔργων σύμβολα γίνεσθαι. 2.201 Κεφαλὴ δὲ κοσμουμένη τῷ διαδήματι τὸν ἀποκείμενον τοῖς εὖ βεβιωκόσι στέφανον ὑποσημαίνει, ὃν κοσμεῖ ὁ ἐνεσφραγισμένος τῷ χρυσέῳ πετάλῳ τοῖς ἀρρήτοις χαράγμασιν. Ὑπόδημα δὲ οὐ περιτίθησι τῷ τὸν τοιοῦτον κόσμον ἐνδεδυκότι, ὡς ἂν μὴ βάροιτο πρὸς τὸν δρόμον καὶ δυσκίνητος εἴη τῇ τῶν νεκρῶν δερμάτων περιβολῇ, κατὰ τὴν γενομένην ἐπὶ τῆς τοῦ ὄρους θεωρίας διάνοιαν. Πῶς οὖν ἔμελλεν ἀντὶ κόσμου τῷ ποδὶ τὸ ὑπόδημα γίνεσθαι τὸ κατὰ τὴν πρώτην μυσταγωγίαν ὡς ἐμπόδιον τῆς ἀνόδου ἀποβαλλόμενον. 2.202 Ὁ δὲ τοσοῦτον διαβὰς διὰ τῶν καθεξῆς θεωρηθεισῶν ἡμῖν ἀναβάσεων τὰς θεοτεύκτους πλάκας διὰ χειρὸς φέρει, αἳ θεῖον νόμον ἐν ἑαυταῖς περιέχουσιν. Ἀλλὰ συντρίβονται αὗται τῇ τραχύτητι τῆς τῶν ἡμαρτηκότων ἀντιτυπίας περι τριβεῖσαι. Τὸ δὲ τῆς ἁμαρτίας εἶδος εἰδωλοποιΐα ἦν, ἐν ὁμοιώματι μόσχου διαγλυφέντος τοῖς εἰδωλολάτραις τοῦ ἀφιδρύματος. Ὃ παρὰ τοῦ Μωϋσέως ἐκλεανθὲν ὅλον συνανελύθη τῷ ὕδατι καὶ ποτὸν τοῖς ἐξημαρτηκόσιν ἐγένετο, ὥστε παντὶ τρόπῳ εἰς ἀφανισμὸν μεταχωρῆσαι τὴν ὕλην, τὴν τῇ ἀσεβείᾳ τῶν ἀνθρώπων ὑπερετήσασαν. 2.203 Ταῦτα μάλιστα καὶ περὶ τῶν νῦν ἐν τῷ καθ' ἡμᾶς χρόνῳ γεγενημένων τότε ἡ ἱστορία προφητικῶς ἀνεφώνησε. Πᾶσα γὰρ ἡ περὶ τὰ εἴδωλα πλάνη τέλεον ἐξηφανίσθη τοῦ βίου καταποθεῖσα παρὰ τῶν εὐσεβῶν στομάτων τῶν διὰ τῆς καλῆς ὁμολογίας τὸν ἀφανισμὸν τῆς ἀσεβοῦς ὕλης ἐν ἑαυτοῖς ποιησαμένων. Καὶ ὕδωρ γέγονεν ἀτεχνῶς παροδικόν τε καὶ ἀνυπόστατον τὰ πάλαι πεπηγότα παρὰ τοῖς εἰδωλολάτραις μυστήρια, ὕδωρ ὑπ' αὐτῶν τῶν ποτε εἰδωλομανούντων στομάτων καταπινόμενον. Ὅταν γὰρ ἴδῃς τοὺς πρότερον τῇ τοιαύτῃ ὑποκύπτοντας ματαιότητι νῦν ἀναιροῦντας ἐκεῖνα καὶ ἀφανίζοντας, ἐν οἷς αὐτῶν ἦν ἡ πεποίθησις, ἆρ' οὐχὶ βοᾶν σοι δοκεῖ φανερῶς ἡ ἱστορία ὅτι· καταποθήσεταί ποτε πᾶν εἴδωλον τοῖς στόμασι τῶν πρὸς τὴν εὐσέβειαν ἀπὸ τῆς ἀπάτης μετατεθέντων; 2.204 Ὁπλίζει δὲ τοὺς Λευΐτας ὁ Μωϋσῆς κατὰ τῶν ὁμοφύλων. Καὶ διαπεράσαντες τὴν παρεμβολὴν ἀπ' ἄκρου πέρατος ἐπὶ τὸ ἕτερον ἄκρον ἀνεξέταστον ποιοῦνται τῶν ἐντυγχανόντων τὸν φόνον, τῇ ἀκμῇ τοῦ ξίφους τὴν κατὰ τῶν ἀναιρουμένων ἐπιτρέψαντες ψῆφον. Ἐπίσης δὲ κατὰ παντὸς τοῦ προστυγχάνοντος ἐνεργουμένου τοῦ φόνου, ὁ διακρίνων ἐν τοῖς ἀναιρουμένοις τὸν φόνον οὐκ ἦν τὸν ἔχθρον ἢ τὸν φίλον, τὸν ξένον ἢ τὸν οἰκεῖον, τὸ συγγενὲς ἢ τὸ ἀλλότριον. Ἀλλὰ μία τις χειρὸς ἦν ὁρμὴ κατὰ παντὸς τοῦ προσπίπτοντος ὁμοίως