1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

39

πρωτοπλάστοις ὁ ὄφις, ὥς τι χρήσιμον καὶ ἀγαθὸν τὸ ἀποστῆναι τοῦ θείου προστάγματος συμβουλεύων, τοῦτό ἐστι τὸ περιελέσθαι τῆς ἀκοῆς τὸ τῆς ἐντολῆς ἐνώτιον. Οὐκοῦν ὁ τῶν τοιούτων ἀδελφῶν τε καὶ φίλων καὶ πλησίον φονεὺς ἀκούσεται παρὰ τοῦ νόμου τῆς φωνῆς ἐκείνης ἥν φησιν ἡ ἱστορία παρὰ τοῦ Μωϋσέως γεγενῆσθαι τοῖς τοὺς τοιούτους φονοκτονήσασιν· ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ δοθῆναι ἐφ' ὑμᾶς εὐλογίαν. 2.214 ∆οκεῖ δὲ κατὰ καιρὸν καὶ ἡ μνήμη τῶν τὴν ἁμαρτίαν παραδεξαμένων ἐπεισεληλυθέναι τῷ λόγῳ, ὥστε μαθεῖν πῶς τὰς θεοτεύκτους πλάκας ἐν αἷς ὁ θεῖος νόμος ἐνεκεχάρακτο εἰς τὴν γῆν ἐκ τῶν τοῦ Μωϋσέως χειρῶν πεσούσας καὶ τῇ ἀντιτυπίᾳ τοῦ ὑποκειμένου συντριβείσας πάλιν ὁ Μωϋσῆς ἀνακομίζεται, οὐκέτι διόλου τὰς αὐτάς, ἀλλὰ μόνον τὸ ἐπ' αὐτῶν γράμμα. Ἐκ γὰρ τῆς κάτω ὕλης λαβὼν τὰς πλάκας ὑποτίθησι τῇ δυνάμει τοῦ τὸν νόμον αὐταῖς ἐγχαράσ σοντος. Καὶ οὕτως ἀνακαλεῖται τὴν χάριν, φέρων ἐν ταῖς λιθίναις δέλτοις τὸν νόμον, αὐτοῦ τοῦ Θεοῦ τῷ λίθῳ τὰς φωνὰς ἐντυπώσαντος. 2.215 Ταχὰ γὰρ ἔστι διὰ τούτων ὁδηγηθέντας τῆς θείας ὑπὲρ ἡμῶν προμηθείας ἐν περινοίᾳ γενέσθαι. Εἰ γὰρ ἀληθεύει ὁ θεῖος Ἀπόστολος καρδίας ὀνομάζων τὰς πλάκας, τουτέστι τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ἀληθεύει δὲ πάντως ὁ διὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ Θεοῦ διερευνώμενος, ἔστιν ἐκ τούτου δι' ἀκολούθου μαθεῖν ὅτι ἀσύντριπτος ἦν τὸ κατ' ἀρχὰς καὶ ἀθάνατος ἡ ἀνθρωπίνη φύσις, ταῖς θείαις χερσὶ κατεσκευασμένη καὶ τοῖς ἀγράφοις τοῦ νόμου κεκαλλωπισμένη χαράγμασι, φυσικῶς ἡμῖν ἐγκειμένου τοῦ κατὰ νόμον βουλήματος ἐν τῇ ἀποστροφῇ τοῦ κακοῦ καὶ ἐν τῇ τοῦ Θείου τιμῇ. 2.216 Ἐπεὶ δὲ προσέπεσε τῆς ἁμαρτίας ὁ ἦχος, ὃν ἡ πρώτη Γραφὴ φωνὴν ὄφεως ὀνομάζει, ἡ δὲ κατὰ τὰς πλάκας ἱστορία φωνὴν ἐξ οἴνου ἀρχόντων, τότε εἰς γῆν πεσοῦσα συνετρίβη. Ἀλλὰ πάλιν ὁ ἀληθινὸς νομοθέτης, οὗ τύπος ἦν ὁ Μωϋσῆς, ἐκ τῆς γῆς ἡμῶν ἑαυτῷ τὰς τῆς φύσεως πλάκας ἐλάξευσεν. Οὐ γὰρ γάμος αὐτῷ τὴν θεοδόχον ἐδημιούργησε σάρκα, ἀλλ' αὐτὸς τῆς ἰδίας σαρκὸς γίνεται λατόμος τῆς τῷ θείῳ δακτύλῳ καταγραφείσης. Πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν Παρθένον καὶ ἡ τοῦ Ὑψίστου ἐπεσκίασε δύναμις. Ἐπεὶ δὲ τοῦτο ἐγένετο, πάλιν τὸ ἀσύντριπτον ἔσχεν ἡ φύσις, ἀθάνατος γενομένη τοῖς τοῦ δακτύλου χαράγμασι. ∆άκτυλος δὲ πολλαχῇ παρὰ τῆς Γραφῆς ὀνομάζεται τὸ Πνεῦμα τὸ ἅγιον. 2.217 Καὶ οὕτω γίνεται τοῦ Μωϋσέως ἡ ἐπὶ τὸ ἐνδοξότερον μεταποίησις τοιαύτη τε καὶ τοσαύτη ὡς ἀχώρητον εἶναι τῷ κάτω ὀφθαλμῷ τὴν τῆς δόξης ἐκείνης ἐμφάνειαν. Πάντως δὲ ὁ πεπαιδευμένος τὸ θεῖον τῆς πίστεως ἡμῶν μυστήριον οὐκ ἀγνοεῖ πῶς συμβαίνει τῇ ἱστορίᾳ ἡ κατ' ἀναγωγὴν θεωρία. Ὁ γὰρ διορθωτὴς τῆς συντετριμμένης ἡμῶν φύσεως (νοεῖς δὲ πάντως διὰ τῶν λεγομένων ἐκεῖνον τὸν τὰ συντρίμ ματα ἡμῶν θεραπεύσαντα), ἐπειδὴ πάλιν εἰς τὸ ἀρχαῖον ἐπανήγαγε κάλλος τὴν συντετριμμένην τῆς φύσεως ἡμῶν πλάκα, τῷ θείῳ δακτύλῳ, καθὼς εἴρηται, καλλωπισθεῖσαν, οὐκέτι χωρητὸς ταῖς ὄψεσι τῶν ἀναξίων γίνεται, τῷ ὑπερβάλ λοντι τῆς δοξῆς ἀπροσπέλαστος τοῖς πρὸς αὐτὸν ὁρῶσι γινόμενος. 2.218 Ἀληθῶς γάρ, ὅταν ἔλθῃ, καθώς φησι τὸ Εὐαγγέλιον, ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, μόγις μὲν τοῖς δικαίοις χωρητὸς γίνεται καὶ κατα φανής. Ὁ δὲ ἀσεβὴς καὶ ἰουδαΐζων τὴν αἵρεσιν, καθὼς Ἠσαΐας λέγει, ἀμέτοχος ἐκείνου τοῦ θεάματος μένει· ἀρθήτω γὰρ ὁ ἀσεβής, φησίν, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. 2.219 Ἀλλὰ ταῦτα μὲν τῇ ἀκολουθίᾳ τῶν προεξητασμένων ἑπόμενοι, πρὸς τὴν ὑπόνοιαν τῆς περὶ τὸν τόπον τοῦτον θεωρίας ἠνέχθημεν. Ἐπὶ δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Πῶς ὁ τοσαύταις θεοφανείαις ἐναργῶς ὁρᾶν τὸν Θεὸν παρὰ τῆς θείας φωνῆς μαρτυρούμενος ἐν οἷς φησιν ὅτι· ἐνώπιος ἐνωπίῳ, ὡς ἄν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον, ἐν τούτοις γενόμενος, ὡς μήπω τυχὼν ὧν τετυχηκέναι διὰ τῆς γραφικῆς μαρτυρίας πιστεύεται, δεῖται τοῦ Θεοῦ φανῆναι αὐτῷ, ὡς τοῦ ἀεὶ φαινομένου μηδέπω ὀφθέντος;