1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

47

φέρεται ἡ διάνοια, μηδὲν θαυμάσῃς. Τοῖς γὰρ πολλοῖς δοκεῖ τὸ ὑπὲρ τοὺς ἄλλους εἶναι τῷ ὀνόματι τῆς ὑπερηφανίας σημαίνεσθαι. Ἡ δὲ τῶν ἱστορηθέντων ἀλήθεια βεβαιοῖ τὸν ἡμέτερον ὅρον. Εἰ γὰρ οἱ ὑπὲρ τοὺς ἄλλους ἑαυτοὺς ἄραντες κάτω που κατέδυσαν, χάσματι τῆς γῆς διασχούσης αὐτοῖς, οὐκ ἄν τις καταγνοίη τοῦ ὅρου, τοῦ τὴν ὑπερηφανίαν τὴν κατωτάτω πτῶσιν εἶναι ὁριζομένου. 2.282 Πρὸς ταῦτα βλέποντας μετριάζειν παιδεύει ὁ Μωϋσῆς καὶ μὴ ἐπαίρεσθαι τοῖς κατορθώμασιν, ἀλλ' ἀεὶ τὸ παρὸν εὖ διατίθεσθαι. Οὐ γὰρ ἐπειδὴ τῶν ἡδονῶν γέγονας κρείττων, ἤδη σοι ἀνεύθυνον τὸ ἑτέρῳ εἴδει πάθους ἁλίσκεσθαι. Πτῶμα γάρ ἐστι πᾶν πάθος, ἕως ἂν πάθος ᾖ. ∆ιαφορὰ δὲ πτωμάτων ἐν τῇ τῶν παθημάτων παραλλαγῇ οὐδεμία. Ὁ τῷ λείῳ τῆς ἡδονῆς ἐνολισθήσας πέπτωκε καὶ ὁ διὰ τῆς ὑπερηφανίας ὑποσκελισθεὶς ἀνετράπη. Οὐδὲν γὰρ καταπτώματος εἶδος αἱρετὸν τῷ νοῦν ἔχοντι. Ἀλλ' ἐπίσης πᾶν πτῶμα φευκτόν, ἕως ἂν πτῶμα ᾖ. 2.283 Ὡς εἴ τινα καὶ τῶν νῦν βλέποις ἐν μέρει τινὶ τοῦ κατὰ τὰς ἡδονὰς ἀρρωστήματος καθαρεύοντα, σπουδῇ δὲ πάλιν, τῷ δοκεῖν ὑπὲρ τοὺς ἄλλους εἶναι, πρὸς τὴν ἱερωσύνην ἑαυτὸν εἰσωθοῦντα, τοῦτον ἐκεῖνον οἴου βλέπειν τὸν ἐν τῷ ὑψώματι τῆς ὑπερηφανίας ὑπόγειον πίπτοντα. 2.284 ∆ιδάσκει γὰρ ἐν τοῖς ἐφεξῆς ὁ νόμος ὅτι θεῖόν τι χρῆμά ἐστιν ἡ ἱερωσύνη καὶ οὐκ ἀνθρώπινον. ∆ιδάσκει δὲ οὕτως. Ῥάβδους παρ' ἑκάστης φυλῆς ἐπὶ τῷ ὀνόματι τῶν δεδωκότων κατασημήνας προστίθησι τῷ θυσιαστηρίῳ, ὥστε τῆς ἄνωθεν χειροτονίας μαρτυρίαν γενέσθαι τὴν ῥάβδον, θαύματί τινι θείῳ παρὰ τὰς ἄλλας γενομένην ἐπίσημον. Καὶ γενομένου τούτου αἱ μὲν τῶν ἄλλων ῥάβδοι ὅπερ ἦσαν διέμειναν, ἡ δὲ τοῦ ἱερέως, αὐτὴ ἐν ἑαυτῇ ῥιζωθεῖσα, οὐ διά τινος ἀλλοτρίας ἰκμάδος, ἀλλὰ τῆς θεόθεν αὐτῇ ἐντεθείσης δυνάμεως, κλάδους καὶ καρπὸν ἀνεβλάστησε καὶ προῆλθεν εἰς τελείωσιν ὁ καρπός. Κάρυον δὲ ἦν ὁ καρπός, 2.285 οὗ γενομένου, πρὸς εὐταξίαν ἐπαιδεύθη πᾶν τὸ ὑπήκοον. Νοεῖν δὲ προσήκει διὰ τοῦ καρποῦ, ὃν ἡ ῥάβδος ἐβλάστησε τοῦ Ἀαρών, οἷον χρὴ εἶναι τὸν ἐν τῇ ἱερωσύνῃ βίον, ἐγκρατῆ τινα καὶ κατεσ τυμμένον καὶ περιεσκληκότα τῇ φαινομένῃ ζωῇ, ἔνδοθεν δὲ τὸ ἐδώδιμον ἐν τῷ κρυπτῷ καὶ ἀφανεῖ περιέχοντα, ὃ τότε ἀνακαλύπτεται, ὅταν πεπανθῇ τῷ χρόνῳ ἡ βρῶσις καὶ περιρραγῇ τὸ στύφον περιβόλαιον καὶ περιτριβῇ τὸ ξυλῶδες ἐκεῖνο τοῦ ἐδωδίμου προκάλυμμα. 2.286 Εἰ δέ τινος ἱερέως λεγομένου καταμάθοις τὸν βίον μηλοειδῆ καὶ εὔπνουν καὶ ῥοδόχροον, οἷοι τῶν πολλῶν εἰσι βύσσῳ καὶ πορφύρᾳ διανθιζόμενοι καὶ ταῖς λιπαραῖς τραπέζαις ἐμπιαινόμενοι οἳ τὸν διυλισμένον πίνοντες οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ ὅσα ἄλλα γλυκέα δοκεῖ κατὰ τὴν πρόχειρον γεῦσιν τοῖς τὸν ἀπολαυστικὸν ὀπωρίζουσι βίον, καλῶς ἂν ἐπὶ τούτου τὸ εὐαγγελικὸν εἴποις, ὅτι· τὸν καρπὸν βλέπων, οὐκ ἐπιγινώσκω διὰ τοῦ καρποῦ τὸ ἱερατικὸν δένδρον. Ἄλλος ὁ τῆς ἱερωσύνης καρπὸς καὶ οὗτος ἕτερος. Ἐκεῖνος ὁ καρπὸς ἐγκράτεια ἦν, τρυφὴ δὲ οὗτος. Ἐκεῖνος οὐκ ἀπὸ γηΐνης ἰκμάδος ὑπεπιαίνετο, τούτῳ δὲ πολλοὶ κάτωθεν ἐπιρρέουσιν οἱ τῶν ἡδονῶν ὀχετοί, δι' ὧν πρὸς τὴν τοιαύτην ὥραν ἡ τοῦ βίου ὀπώρα ὑπερ υθραίνεται. 2.287 Ὅτε δὲ καὶ τούτου τοῦ πάθους καθαρὸν ἐγένετο τὸ ὑπήκοον, τότε διέξεισι τὸν ἀλλόφυλον βίον, καθηγουμένου τοῦ νόμου τῆς βασιλικῆς λεωφόρου, κατ' οὐδέτερον μέρος τῆς ἐκτροπῆς γινομένης. Ἐπισφαλὴς γὰρ ἡ ἐπὶ τὰ πλάγια παρατροπὴ τῷ ὁδεύοντι. Ὥσπερ γὰρ εἰ δύο κρημνοὶ μίαν ἐπὶ τῆς ἄκρας ῥαχίας ἀτραπὸν ἀποστενοῖεν, κίνδυνός ἐστι τῷ διὰ ταύτης βαίνοντι ἔνθεν ἢ ἔνθεν παρατραπῆναι τοῦ μέσου (ἴσως γὰρ ἑκατέρωθεν τὸ ἐκ τοῦ κρημνοῦ βάραθρον τὴν ἐκτροπὴν διαδέχεται), οὕτως ὁ νόμος βούλεται τὸν αὐτῷ κατ' ἴχνος ἑπόμενον μὴ καταλιπεῖν τὴν ὁδὸν τήν, καθώς φησιν ὁ Κύριος, στενήν τε καὶ τεθλιμμένην, μήτε ἐπὶ τὸ σκαιόν τε καὶ εὐώνυμον, μήτε ἐπὶ τὸ δεξιὸν νομιζό μενον. 2.288 ∆όγμα δέ ἐστιν οὗτος ὁ λόγος ἐν μεσότητι θεωρεῖσθαι τὰς ἀρετὰς ὁριζόμενος, διότι πέφυκε πᾶσα κακία ἢ κατ' ἔλλειψιν ἢ καθ' ὑπέρπτωσιν ἀρετῆς ἐνεργεῖσθαι, οἷον ἐπὶ τῆς ἀνδρείας ἔλλειψίς τίς ἐστιν ἀρετῆς ἡ δειλία, ὑπέρπ πτωσις δὲ τὸ θράσος· τὸ δὲ