1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

48

ἑκατέρου τούτων καθαρεῦον ἐν μέσῳ τε τῶν παρακειμένων κακιῶν θεωρεῖται καὶ ἀρετή ἐστι. 2.289 Κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς τὸ κρεῖττον σπουδάζεται, μεσολαβεῖταί πως τοῖς κακοῖς γειτονήμασιν. Ἡ σοφία δεινότητός τε καὶ ἀκεραιότητος τὸ μέσον ἔχει. Οὔτε τοῦ ὄφεως τὸ φρόνιμον ἐπαινετόν, οὔτε τῆς περιστερᾶς τὸ ἀκέραιον, εἰ ἐφ' ἑαυτοῦ μόνου δέοι λαμβάνειν τούτων ἑκάτερον. Ἀλλ' ἡ διὰ μέσου τῶν δύο τούτων σύγκρατος ἕξις ἀρετὴ γίνεται. Ὁ ἐλλιπὴς κατὰ τὴν σωφροσύνην ἀκόλαστος, ὁ πλεονάζων κεκαυτηρίασται τὴν συνείδησιν, καθὼς ὁρίζεται ὁ Ἀπόστολος. Ὁ μὲν γὰρ ταῖς ἡδοναῖς ἀνέδην ἐκκέχυται, ὁ δὲ καὶ τὸν γάμον ἴσα τῇ μοιχείᾳ βδελύσσεται. Ἡ δὲ διὰ μέσου τούτων θεωρουμένη ἕξις σωφροσύνη ἐστίν.

2.290 Ἐπεὶ δέ, καθώς φησιν ὁ Κύριος, ὁ κόσμος οὗτος ἐν τῷ πονηρῷ κεῖται, ἀλλόφυλον δὲ τοῖς ἑπομένοις τῷ νόμῳ τὸ τῇ ἀρετῇ ἀντικείμενον, ὅπερ ἐστὶν ἡ πονηρία, ὁ διὰ τοῦ κόσμου τούτου κατὰ τὸν βίον ὁδοιπορῶν ἀσφαλῶς τὴν ἀναγκαίαν ταύτην τῆς ἀρετῆς διανύσει πορείαν, εἰ τὴν λεωφόρον ὄντως τὴν ὑπὸ τῆς ἀρετῆς τριφθεῖσάν τε καὶ λευκαινομένην ὁδὸν φυλάσσοι, μηδαμοῦ πρὸς τὰς παρα κειμένας ἀνοδίας διὰ κακίαν παρατρεπόμενος. 2.291 Ἐπεὶ δέ, καθὼς εἴρηται, τῇ ἀνόδῳ τῆς ἀρετῆς καὶ ἡ ἐπιβουλὴ τοῦ ἀντικειμένου συναναβαίνει, καταλλήλως ἑκάστου τῆς εἰς τὸ κακὸν παρατροπῆς τὰς ἀφορμὰς ἐξευρίσκουσα, τότε πρὸς μεῖζον τοῦ λαοῦ ἐν τῷ κατὰ Θεὸν βίῳ αὐξήσαντος, ἄλλης ἐπιβουλῆς ὁ ἀντικείμενος ἅπτεται κατὰ τοὺς δεινοὺς τὰ πολεμικά, οἳ τὴν κατὰ στόμα παράταξιν τῶν πλεονεκ τούντων κατὰ τὴν δύναμιν δυσκαταγώνιστον κρίναντες, λόχοις τισὶ καὶ ἐνέδραις καταστρατηγοῦσι τὸν ἀντικείμενον. Οὕτως ὁ τῆς κακίας στρατηγὸς ἐπὶ τῶν νόμῳ καὶ ἀρετῇ δυναμωθέντων οὐκέτι κατὰ πρόσωπον ἀντεξάγει τὴν δύναμιν, ἀλλ' ἐνέδραις τισὶ κατὰ τὸ ἀφανὲς τὴν ἐπιβουλὴν ἐξεργάζεται. 2.292 Καλεῖ τοίνυν εἰς συμμαχίαν κατὰ τῶν ἐπιβουλευομένων παρ' αὐτοῦ τὴν γοητείαν, ἣν ἡ μὲν ἱστορία φησὶ μάντιν εἶναί τινα καὶ οἰωνιστὴν ἔκ τινος ἐνεργείας δαιμόνων βλαπ τικὴν δήπου δύναμιν ἔχοντα κατὰ τῶν ὑπεναντίων καὶ μισθωθέντα παρὰ τοῦ κρατοῦντος τῶν Μαδιανιτῶν ἐφ' ᾧ τε βλάψαι διὰ κατάρας τοὺς τῷ Θεῷ ζῶντας τοῦτον τρέψαι τὴν κατάραν εἰς εὐλογίαν. Ἡμεῖς δὲ νοοῦμεν διὰ τοῦ ἀκο λούθου τῶν προτεθεωρημένων τὸ μηδὲ τὴν γοητείαν ἐνεργὸν κατὰ τῶν ἐν ἀρετῇ ζώντων εἶναι, ἀλλὰ πάσης ὑπερισχύειν ἐπιβουλῆς τοὺς διὰ τῆς θείας βοηθείας ὠχυρωμένους. 2.293 Τὸ γὰρ τὴν οἰωνοσκοπικὴν ἐπιτηδεύειν μαντείαν τὸν μνημονευ θέντα μαρτυρεῖται παρὰ τῆς ἱστορίας ἐν οἷς φησιν τά τε μαντεῖα διὰ χειρὸς ἔχειν αὐτὸν καὶ παρὰ τῶν οἰωνῶν συμβουλεύεσθαι καὶ πρό γε τούτων ὅτι διὰ τοῦ ὀγκηθμοῦ τῆς ὄνου τὰ περὶ τῆς προκειμένης αὐτῷ σπουδῆς ἐδιδάσκετο, ἧς τὸν φθόγγον, διὰ τὸ συνήθως αὐτὸν ταῖς τῶν ἀλόγων φωναῖς κατά τινα δαιμονίαν ἐνέργειαν συμβουλεύεσθαι, ὡς ἔναρθρον ἡ Γραφὴ διηγήσατο, ἐνδεικνυμένη ὅτι τοὺς προειλημμένους τῇ τοιαύτῃ τῶν δαιμόνων ἀπάτῃ μέχρι τούτων φθάνειν ὡς ἀντὶ λόγου δέχεσθαι τὴν ἐκ τῆς ποιᾶς παρατηρήσεως γενομένην αὐτοῖς ἐκ τῆς φωνῆς τῶν ἀλόγων διδασκαλίαν, ᾗ προσχών, δι' αὐτῶν ὧν ἠπατᾶτο τὸ ἄμαχον τῆς καθ' ὧν ἐμισθώθη δυνάμεως ἐξεπαιδεύθη. 2.294 Καὶ γὰρ ἐν τῇ εὐαγγελικῇ ἱστορίᾳ παρεσκεύαστο μὲν 2.294 εἰς ἀντίστασιν τῆς τοῦ Κυρίου ἐξουσίας τὸ συγκρότημα τῶν δαιμόνων, ἡ λεγεών. Πλησιάσαντος δὲ τοῦ ἔχοντος κατὰ πάντων τὸ κράτος, βοᾷ τὴν ὑπερέχουσαν δύναμιν καὶ οὐκ ἐπικρύπτεται τὴν ἀλήθειαν, ὅτι οὗτός ἐστιν ἡ θεία φύσις, ὁ ἐν τοῖς καθήκουσι χρόνοις ἐπάξων τοῖς ἡμαρτηκόσι τὴν κόλασιν. Λέγει γὰρ ἡ τῶν δαιμόνων φωνή· οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὅτι ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ὃ δὴ καὶ τότε ἐγένετο, τῆς παρεπομένης τῷ μάντει δαιμονίας δυνάμεως τὸ ἄμαχόν τε καὶ ἀνανταγώνιστον τοῦ λαοῦ τὸν Βαλαὰμ διδασκούσης. 2.295 Ἡμεῖς δέ φαμεν, τοῖς προεξητασμένοις τὴν ἱστορίαν ἁρμόζοντες, κατὰ τῶν ἐν ἀρετῇ ζώντων τὸν