1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

52

τοῦ θείου χαρακτῆ ρος ἐφ' ἑαυτοῦ τὰ γνωρίσματα φέρει καὶ συμβαίνει διὰ πάντων τῇ ὁμοιώσει πρὸς τὸ ἀρχέτυπον, τῷ ἀφθάρτῳ τε καὶ ἀναλ λοιώτῳ καὶ πάσης ἀμιγεῖ κακίας τὴν ἰδίαν ψυχὴν καλλωπίζων. 2.319 Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, περὶ τῆς τοῦ βίου τοῦ κατ' ἀρετὴν τελειότητος, Καισάριε, ὁ βραχὺς ἡμῶν οὗτος ὑποτίθεται λόγος, οἷόν τι πρωτότυπον ἐν μορφῇ κάλλους τὸν τοῦ μεγάλου Μωϋσέως ὑπογράψας σοι βίον, ἐφ' ᾧ τοὺς καθ' ἕκαστον ἡμῶν διὰ τῆς τῶν ἐπιτηδευμάτων μιμήσεως ἐν ἑαυτοῖς μεταγράφειν τοῦ προδειχθέντος ἡμῖν κάλλους τὸν χαρακτῆρα. Τοῦ γὰρ κατωρθωκέναι τὸν Μωϋσέα τὴν ἐνδεχομένην τελειότητα τίς ἂν ἡμῖν ἀξιοπιστότερος εὑρεθείη μάρτυς τῆς θείας φωνῆς ἥ φησι πρὸς αὐτὸν ὅτι· ἔγνων σε παρὰ πάντας, ἀλλὰ καὶ τὸ φίλον αὐτὸν ὀνομασθῆναι Θεοῦ παρ' αὐτοῦ τοῦ Θεοῦ καὶ τὸ συναπολέσθαι μᾶλλον ἑλόμενον μετὰ πάντων, εἰ μὴ κἀκείνοις ἐφ' οἷς ἐπλημμέλησαν ἱλεωθείη δι' εὐμενείας τὸ Θεῖον, στῆσαι κατὰ τῶν Ἰσραηλιτῶν τὴν ὀργήν, τὴν ἰδίαν τοῦ Θεοῦ κρίσιν παρατρέψαντος, ἵνα μὴ λυπήσῃ τὸν φίλον. Καὶ πάντα τὰ τοιαῦτα μαρτυρία σαφής ἐστι καὶ ἀπόδειξις τοῦ πρὸς τὸν ἀκρότατον τῆς τελειότητος ὅρον ἀναβεβηκέναι τοῦ Μωϋσέως τὸν βίον. 2.320 Ἐπεὶ οὖν τοῦτο παρ' ἡμῶν τὸ ζητούμενον ἦν τί τὸ τέλειον τῆς ἐναρέτου πολιτείας ἐστίν, εὑρέθη δὲ διὰ τῶν εἰρημένων τὸ τέλειον, ὥρα σοι, ὦ γενναῖε, πρὸς τὸ ὑπόδειγμα βλέπειν καὶ τὰ δι' ὑψηλοτέρας ἀναγωγῆς θεωρηθέντα περὶ τῶν ἱστορικῶς εἰρημένων· ἐπὶ τὸν ἴδιον μεταφέροντα βίον γνωσ θῆναί τε ὑπὸ τοῦ Θεοῦ καὶ φίλον γενέσθαι αὐτοῦ. Τοῦτο γάρ ἐστιν ὡς ἀληθῶς ἡ τελειότης τὸ μηκέτι δουλοπρεπῶς φόβῳ κολάσεως τοῦ κατὰ κακίαν βίου χωρίζεσθαι, μηδὲ τῇ τῶν μισθῶν ἐλπίδι τὸ ἀγαθὸν ἐνεργεῖν, πραγματευτικῇ τινι καὶ συναλλαγματικῇ διαθέσει κατεμπορευομένους τῆς ἐναρέτου ζωῆς, ἀλλ' ὑπεριδόντας πάντων καὶ τῶν ἐν ἐπαγγελίαις δι' ἐλπίδος ἀποκειμένων, μόνον ἡγεῖσθαι φοβερὸν τὸ τῆς φιλίας τοῦ Θεοῦ ἐκπεσεῖν, καὶ μόνον τίμιόν τε καὶ ἐράσμιον ἑαυτοῖς κρῖναι τὸ φίλον γενέσθαι Θεῷ, ὅπερ ἐστί, κατά γε τὸν ἐμὸν λόγον, ἡ τελειότης τοῦ βίου, 2.321 ὅ τι δ' ἂν παρὰ σοῦ πρὸς τὸ μεγαλοπρεπέστερόν τε καὶ θειότερον ἐπαρθείσης σοι τῆς διανοίας εὑρεθῇ (πολλὰ δέ, εὖ οἶδα, εὑρεθήσεται), κοινὸν πάντως ἔσται τὸ κέρδος ἐν Χριστῷ Ἰησοῦ, ἀμήν.