1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

4

γὰρ οὗτος, ὅστις δ' ἂν ᾖ· ἀλλ' αὐτὸν ὃν ἡ κτίσις τῶν ὄντων διὰ τῶν ἐν αὐτῇ θαυμάτων διέξεισιν, ἀκροατὴς ὀφθαλμὸς γίνεται, διὰ τῶν φαι νομένων, ἐνηχοῦντος τῇ καρδίᾳ τοῦ σοφοῦ τε καὶ τε χνικοῦ λόγου. Βοᾷ γὰρ ἄντικρυ τὸν ποιητὴν ἡ κτίσις, αὐτῶν τῶν οὐρανῶν, καθώς φησιν ὁ Προφή της, ταῖς ἀλαλήτοις φωναῖς τὴν δόξαν τοῦ Θεοῦ διηγουμένων. Τίς γὰρ βλέπων τὴν τοῦ παντὸς ἁρμονίαν, τῶν τε οὐρανίων καὶ τῶν κατὰ γῆν θαυμάτων, καὶ ὡς ἐναντίως ἔχοντα πρὸς ἄλληλα τὰ στοιχεῖα κατὰ τὴν φύσιν, πρὸς τὸν αὐτὸν τὰ πάντα σκοπὸν διά τινος ἀῤῥήτου κοινωνίας συμ πλέκεται, τὴν παρ' ἑαυτοῦ δύναμιν ἕκαστον πρὸς τὴν τοῦ παντὸς διαμονὴν συνεισφέροντα, καὶ οὔτε τὰ ἀμικτά τε καὶ ἀκοινώνητα κατὰ τὴν ἰδιότητα τῶν ποιοτήτων διαχωρεῖ ἀπ' ἀλλήλων, οὔτε ἐν ἀλλή λοις φθείρεται κατακιρνάμενα πρὸς ἄλληλα ταῖς ἐναν τίαις ποιότησιν, ἀλλὰ καὶ οἷς ἀνωφερής ἐστιν ἡ φύ σις, ἐπὶ τὰ κάτω φέρεται, τῆς ἡλιακῆς θερμότητος διὰ τῶν ἀκτίνων καταῤῥεούσης· τά τε ἐμβριθῆ τῶν σωμάτων ἀνακουφίζεται διὰ τῶν ἀτμῶν λεπτυνόμενα, ὡς καὶ τὸ ὕδωρ παρὰ τὴν ἑαυτοῦ φύσιν ἀνωφερὲς γίνεσθαι, δι' ἀέρος ἐπὶ πνευμάτων ὀχούμενον, καὶ τὸ αἰθέριον πῦρ πρόσγειον γίνεσθαι, ὡς καὶ τὸ βάθος μὴ ἀμοιρεῖν τῆς θερμότητος, ἐπιχεομένην δὲ τῇ γῇ τὴν ἐκ τῶν ὄμβρων ἰκμάδα μίαν οὖσαν τῇ φύσει, μυρίας γεννᾷν βλαστημάτων διαφορὰς πᾶσι κατάλληλον τοῖς ὑποκειμένοις ἐμφυομένην· τήν τε ὀξυτάτην τοῦ πόλου περιφορὰν καὶ τῶν 46.28 ἐντὸς κύκλων τὴν ἐπὶ τὸ ἔμπαλιν κίνησιν, τάς τε ὑποδρομὰς καὶ τὰς συνόδους, καὶ τὰς ἐναρμονίους ἀποστάσεις τῶν ἄστρων· ὁ ταῦτα βλέπων τῷ δια νοητικῷ τῆς ψυχῆς ὀφθαλμῷ, ἆρα οὐχὶ φανερῶς ἐκ τῶν φαινομένων διδάσκεται, ὅτι θεία δύναμις ἔντεχνός τε καὶ σοφὴ τοῖς οὖσιν ἐμφαινομένη, καὶ διὰ πάντων ἥκουσα τὰ μέρη συναρμόζει τῷ ὅλῳ, καὶ τὸ ὅλον συμπληροῖ ἐν τοῖς μέρεσι, καὶ μιᾷ τινι περικρατεῖ δυνάμει τὸ πᾶν, αὐτὸ ἐν ἑαυτῷ μένον [καὶ περὶ ἑαυτὸ κινούμενον], καὶ οὔτε λῆγόν ποτε τῆς κινήσεως, οὔτε εἰς ἄλλον τινὰ τόπον παρὰ τὸν, ἐν ᾧ ἐστι, μεθιστάμενον; {Γ.} Καὶ πῶς, εἶπον, ἡ περὶ τὸ εἶναι τὸν Θεὸν πίστις, καὶ τὴν ψυχὴν εἶναι τὴν ἀνθρωπίνην συναποδείκνυσιν; Οὐ γὰρ δὴ ταὐτόν ἐστι τῷ Θεῷ ἡ ψυχὴ, ὥστε εἰ τὸ ἓν ὁμολογοῖτο εἶναι συνομολο γεῖσθαι πάντως καὶ τὸ λειπόμενον.

{Μ.} Ἡ δὲ, Λέγεται, φησὶ, παρὰ τῶν σοφῶν μικρός τις εἶναι κόσμος ὁ ἄνθρωπος, ταῦτα περι έχων ἐν ἑαυτῷ τὰ στοιχεῖα, οἷς τὸ πᾶν συμπε πλήρωται. Εἰ δὲ ἀληθὴς οὗτος ὁ λόγος (ἔοικε δὲ), τάχα οὐκ ἂν ἑτέρας ἐδεήθημεν συμμαχίας εἰς τὸ βε βαιωθῆναι ἡμῖν ὃ περὶ ψυχῆς ὑπειλήφαμεν. Ὑπει λήφαμεν δὲ τὸ εἶναι αὐτὴν καθ' ἑαυτὴν ἐν ἐξηλλαγμένῃ τε καὶ ἰδιαζούσῃ φύσει, παρὰ τὴν σωματικὴν παχυ μέρειαν. Ὡς γὰρ πάντα τὸν κόσμον διὰ τῆς αἰσθητι κῆς ἀντιλήψεως ἐπιγινώσκοντες, δι' αὐτῆς τῆς κατὰ τὴν αἴσθησιν ἡμῶν ἐνεργείας εἰς τὴν τοῦ ὑπὲρ αἴ σθησιν πράγματος καὶ νοήματος ἔννοιαν ὁδηγού μεθα, καὶ γίνεται ἡμῖν ὁ ὀφθαλμὸς ἑρμηνεὺς τῆς παντοδυνάμου σοφίας, τῆς τῷ παντὶ μὲν ἐνθεω ρουμένης, τὸν δὲ κατ' αὐτὴν τοῦ παντὸς περιδε δραγμένον δι' ἑαυτῆς μηνυούσης,· οὕτω καὶ πρὸς τὸν ἐν ἡμῖν βλέποντες κόσμον, οὐ μικρὰς ἔχομεν ἀφορμὰς πρὸς τὸ διὰ τῶν φαινομένων καὶ τοῦ κεκρυμμένου καταστοχάσασθαι. Κέκρυπται δὲ ἐκεῖνο, ὃ ἐφ' ἑαυτοῦ ὂν νοητόν τε καὶ ἀειδὲς διαφεύγει τὴν αἰσθητικὴ, κατανόησιν. {Γ.} Κἀγὼ εἶπον· Ἀλλὰ τὴν τοῦ παντὸς ὑπερ κειμένην σοφίαν διὰ τῶν ἐνθεωρουμένων τῇ φύσει τῶν 46.29 ὄντων σοφῶν τε καὶ τεχνικῶν λόγων, ἐν τῇ ἁρμονίᾳ ταύτῃ καὶ διακοσμήσει δυνατόν ἐστιν ἀναλογίσασθαι· ψυχῆς δὲ γνῶσις διὰ τῶν κατὰ τὸ σῶμα δεικνυμένων τίς ἂν γένοιτο τοῖς ἀπὸ τῶν φαινομένων τὸ κρυπτὸν ἀνιχνεύουσιν;

{Μ.} Καὶ μάλιστα μέν τοι, φησὶν ἡ παρθένος, τοῖς κατὰ τὸ σοφὸν ἐκεῖνο παράγγελμα γινώσκειν ἑαυτοὺς ἐπιθυμοῦσιν· εἰ κἂν ἡ διδά σκαλος τῶν περὶ ψυχῆς ὑπολήψεων αὐτὴ ἡ ψυχὴ, ὅτι ἄϋλός τις καὶ ἀσώματος, καταλλήλως τῇ ἰδίᾳ φύσει ἐνεργοῦσά τε καὶ κινουμένη, καὶ διὰ τῶν σωματικῶν ὀργάνων τὰς ἰδίας κινήσεις