1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

9

τὴν σωματικὴν παχυ μερίαν· ἀλλ' ὅμως τὸ ἐν τούτοις εἶναι τὴν ζω τικὴν τῆς ψυχῆς ἐνέργειαν, οὐκ ἀμφιβάλλεται, λόγῳ τινὶ κρείττονι τῆς ἀνθρωπίνης κατανοήσεως ἀνα κραθεῖσαν. Οὐκοῦν οὐδὲ ἀναλυσάντων πρὸς ἑαυτὰ τῶν ἐν τοῖς σώμασι στοιχείων, τὸ συνδέον αὐτὰ διὰ τῆς ζωτικῆς ἐνεργείας ἀπόλωλεν. Ἀλλ' ὥσπερ συν εστῶτος ἔτι τοῦ τῶν στοιχείων συγκρίματος ψυχοῦ καὶ τὰ καθ' ἕκαστον, ἴσως τε καὶ ὁμοίως πᾶσι τοῖς μέρεσι τοῖς συμπληροῦσι τὸ σῶμα τῆς ψυ χῆς ἐνδυομένης, καὶ οὐκ ἄν τις εἴποι, οὔτε στεῤῥὰν αὐτὴν καὶ ἀντίτυπον εἶναι, τῷ γεώδει συγ κεκραμένην, οὔτε ὑγρὰν, ἢ ψυχρὰν ἢ τὴν τῷ ψυχρῷ ἀντικειμένην ποιότητα, τὴν ἐν πᾶσιν οὖσαν τού τοις, καὶ ἑκάστῳ τὴν ζωτικὴν δύναμιν ἐνιοῦσαν· οὕτω, καὶ λυθέντος τοῦ συγκρίματος, καὶ εἰς τὰ οἰκεῖα πάλιν ἀναδραμόντος, τὴν ἁπλῆν ἐκείνην καὶ ἀσύνθετον φύσιν ἑκάστῳ παρεῖναι τῶν μερῶν, καὶ μετὰ τὴν διάλυσιν οἴεσθαι, οὐδὲν τοῦ εἰκότος ἐστίν· ἀλλὰ τὴν ἅπαξ ἀῤῥήτῳ τινὶ συμφυεῖσαν λό γῳ τῷ τῶν στοιχείων συγκρίματι, καὶ εἰσαεὶ παραμένειν, οἷς κατεμίχθη, μηδενὶ τρόπῳ τῆς γινο μένης ἅπαξ αὐτῇ συμφυΐας ἀποσπωμένην. Οὐ γὰρ 46.45 ἐπειδὴ λύεται τὸ συγκείμενον, κινδυνεύει συν διαλυθῆναι τῷ συνθέτῳ τὸ μὴ συγκείμενον.

{Γ.} Κἀγὼ εἶπον, Ἀλλὰ τὰ μὲν στοιχεῖα συμπίπτειν τε πρὸς ἄλληλα, καὶ πρὸς ἀλλήλων διακρίνεσθαι, καὶ τοῦτο εἶναι τὴν τοῦ σώματος σύστασίν τε καὶ διάλυσιν, οὐδεὶς ἂν ἀντείποι. Ἐπειδὴ δὲ πολὺ τὸ μέσον ἑκάστῳ νοεῖται τοῦτο τῶν ἑτερογενῶς ἐχόντων πρὸς ἄλληλα, κατά τε τὴν τοπικὴν θέσιν, καὶ τὴν τῶν ποιημάτων διαφοράν τε καὶ ἰδιότητα, συνδεδραμηκότων μὲν ἀλλήλοις περὶ τὸ ὑποκεί μενον τῶν στοιχείων, τὴν νοερὰν ταύτην καὶ ἀδιάστα τον φύσιν ἣν καλοῦμεν ψυχὴν, ἀκόλουθον συμ φυῶς πρὸς τὸ ἡνωμένον ἔχειν· εἰ δὲ ἀπ' ἀλλήλων διακριθείη ταῦτα, κἀκεῖσε γένοιτο, ὅπηπερ ἂν ἕκαστον ἡ φύσις ἄγοι, τὶ πείσεται ἡ ψυχὴ πολλαχῆ τοῦ ὀχήματος αὐτῇ διασπαρέντος· ὥσπερ τις ναύτης τῆς ὁλκάδος ἐν ναυαγίῳ διαλυθείσης ἀδυνα τῶν πᾶσι τοῖς τοῦ πλοίου μορίοις ἄλλοις ἀλλαχῆ τοῦ πελάγους ἐσκεδασμένοις κατ' αὐτὸν ἐπινήξασθαι (παντὸς γὰρ τοῦ ἐπιτυχοῦντος λαβόμενος τὰ λοιπὰ φέρειν καταλείψει τοῖς κύμασι), τὸν αὐτὸν τρόπον ἡ ψυχὴ τῇ διακρίσει τῶν στοιχείων συνδιασχισθῆναι τὴν φύσιν οὐκ ἔχουσα, εἴπερ δυσ απαλλάκτως ἔχει τοῦ σώματος, ἑνί τινι πάντως προσ φυεῖσα στοιχείων, τῶν ἄλλων ἀποσχισθήσεται, καὶ οὐδὲν μᾶλλον ἀθάνατον αὐτὴν διὰ τὸ ἐν ἑνὶ ζῇν, ἢ θνητὴν, διὰ τὸ ἐν τοῖς πλείοσι μὴ εἶναι, ἡ ἀκολου θία τοῦ λόγου δίδωσιν οἴεσθαι.

{Μ.} Ἀλλ' οὔτε συστέλλεται, φησὶν, οὔτε διαχεῖται τὸ νοητόν τε καὶ ἀδιάστατον (σωμάτων γὰρ ἴδιον συστολὴ καὶ διάχυσις), ἐπίσης δὲ κατὰ τὴν ἰδίαν φύσιν τὴν ἀειδῆ καὶ ἀσώματον τῇ τε συγκρίσει τῶν στοιχείων περὶ τὸ σῶμα καὶ τῇ διακρίσει πάρεστιν, συνεσφι γμένων ἐν τῷ συγκρίματι τῶν στοιχείων στενο χωρουμένη, οὔτε ἀποφοιτησάντων ἐπὶ τὰ συγγενῆ, καὶ κατὰ φύσιν αὐτοῖς ἀπολιμπανομένη, κἂν πολὺ τὸ μέσον εἶναι δοκεῖ τὸ τῆς ἑτερότητος τῶν στοι χείων ἐνθεωρούμενον. Πολλὴ γὰρ ἡ διαφορὰ τοῦ ἀνωφεροῦς τε καὶ κούφου πρὸς τὸ βαρὺ καὶ γεῶδες, τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν, καὶ τοῦ ὑγροῦ πρὸς τὸ ἐναντίον· ἀλλ' ὅμως οὐδεὶς πόνος τῇ νοερᾷ φύσει 46.48 ἑκάστῳ παρεῖναι, οἷς ἅπαξ ἐνεφύη, διὰ κράσεως μὴ συνδιασχιζομένη τῇ τῶν στοιχείων ἐναντιότητι, Οὐ γὰρ ἐπειδὴ κατὰ τὴν τοπικὴν διάστασιν, καὶ τὴν ποίαν ἰδιότητα, πόῤῥωθεν ἀλλήλων ταῦτα νομίζεται, διὰ τοῦτο κάμνει ἡ ἀδιάστατος φύσις τοῖς τοπικῶς διεστηκόσι συναπτομένη, ἐπεὶ καὶ νῦν ἔξεστι τῇ διανοίᾳ ὁμοῦ τε τὸν οὐρανὸν θεωρεῖν, καὶ ἐπὶ τὰ πέρατα τοῦ κόσμου ταῖς πολυπραγμοσύναις ἐκτείνε σθαι· καὶ οὐ διασπᾶται πρὸς τοσαῦτα μήκη τὸ θεω ρητικὸν τῆς ψυχῆς ἡμῶν διατεινόμενον. Οὐκοῦν οὐδ ὲν ἐμπόδιόν ἐστι τῇ ψυχῇ κατὰ τὸ ἶσον παρεῖναι τοῖς τοῦ σώματος στοιχείοις, καὶ συγκεκραμένοις διὰ τῆς συνδρομῆς, καὶ ἀπολυομένοις διὰ τῆς ἀνακρά σεως. Καθάπερ γὰρ χρυσοῦ καὶ ἀργύρου συντετηκό των ἐνθεωρεῖταί τις τεχνικὴ δύναμις ἡ τὰς ὕλας συντήξασα· καὶ