1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

10

εἰ πάλιν ἀποτακείη τοῦ ἑτέρου τὸ ἕτερον, οὐδὲν ἔλαττον ὁ τῆς τέχνης λόγος ἐν ἑκατέρῳ μένει· καὶ ἡ μὲν ὕλη διεμερίσθη, ἡ δὲ τέχνη οὐ συν διετμήθη τῇ ὕλῃ· πῶς γὰρ ἂν διαιρεθείη τὸ ἄτμητον; κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ νοερὰ τῆς ψυχῆς φύσις, καὶ τῇ συνδρομῇ τῶν στοιχείων ἐνθεωρεῖται, καὶ δια λυθέντων οὐκ ἀποκρίνεται, ἀλλὰ καὶ ἐν αὐτοῖς μένει καὶ ἐν τῷ χωρισμῷ αὐτῶν συμπαρεκτεινομένη οὐ διακόπτεται, οὐδὲ πρὸς τὸν ἀριθμὸν τῶν στοιχείων εἰς μερικὰ τμήματα κατακερματίζεται. Τοῦτο γὰρ ἴδιον τῆς σωματικῆς καὶ διαστηματικῆς ἐστι φύσεως· ἡ δὲ νοερά τε καὶ ἀδιάστατος φύσις τὰ ἐκ διαστάσεως οὐκ ἀναδέχεται πάθη. Οὐκοῦν ἐστιν ἐν αὐτοῖς ἡ ψυχὴ, ἐν οἷς ἅπαξ ἐγέ νετο, οὐδεμιᾶς ἀνάγκης τῆς πρὸς ἐκεῖνα συμφυΐας αὐτὴν ἀποσπώσης. Τί οὖν τὸ σκυθρωπὸν ἐν τούτοις ἐστὶν, εἰ τοῦ ὁρωμένου τὸ ἀειδὲς ἀνταλλάσσεται; καὶ ὑπὲρ τίνος οὕτω διαβέβληταί σοι πρὸς τὸν θάνατον ἡ διάνοια; {Γ.} Ἐγὼ δὲ, ἀναλαβὼν τῇ διανοίᾳ τὸν ὁρι σμὸν, ὃν ἐν τοῖς πρὸ τούτου λόγοις περὶ ψυχῆς ἐποι ήσατο, οὐχ ἱκανῶς εἶπον ἐνδεδεῖχθαί μοι τὸν λόγον ἐκεῖνον τὰς ἐνθεωρουμένας τῇ ψυχῇ δυνάμεις· ὅς φησι νοερὰν αὐτὴν εἶναι οὐσίαν, καὶ τῷ ὀργανικῷ σώματι ζωτικὴν δύναμιν πρὸς τὴν τῶν αἰσθήσεων ἐνέργειαν ἐμποιεῖν· οὐ γὰρ μόνον περὶ τὴν ἐπιστημο νικήν τε καὶ θεωρητικὴν διάνοιαν ἐνεργός ἐστιν ἡμῶν ἡ ψυχὴ, ἐν τῷ νοερῷ τῆς οὐσίας τὸ τοιοῦτον ἐργαζο μένη, οὐδὲ τὰ αἰσθητήρια μόνα πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν οἰκονομεῖ· ἀλλὰ πολλὴ μὲν ἡ κατὰ ἐπιθυ μίαν, πολλὴ δὲ καὶ ἡ κατὰ θυμὸν κίνησις ἐν θεωρεῖται τῇ φύσει· ἑκατέρας δὲ τούτων γενι 46.49 κῶς ἡμῖν ἐνυπαρχούσης, εἰς πολλάς τε καὶ ποικίλας διαφορὰς ὁρῶμεν προϊοῦσαν παῖς ἐνεργείαις ἀμφοτέρων τὴν κίνησιν. Πολλὰ μὲν γὰρ ἔστιν ἰδεῖν, ὧν τὸ ἐπιθυμητικὸν καθηγεῖται· πολλά γε πάλιν ἃ τῆς θυμοειδοῦς αἰτίας ἐκφύεται, καὶ οὐδὲν τοῦτο σῶμά ἐστι, τὸ δὲ ἀσώματον νοερὸν πάντως· νοερὸν δέ τι τὴν ψυχὴν ὁ ὁρισμὸς ἀπεφήνατο, ὥστε δυοῖν ἀτόποις τὸ ἕτερον ἐκ τῆς ἀκολουθίας ἀνακύπτειν τοῦ λόγου, ἢ καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἄλλας ἐν ἡμῖν εἶναι ψυχὰς, καὶ πλῆθος ψυχῶν ἀντὶ μιᾶς καθ ορᾶσθαι, ἢ μηδὲ τὸ διανοητικὸν τὸ ἐν ἡμῖν ψυχὴν οἴεσθαι. Τὸ γὰρ νοερὸν ἐπίσης πᾶσιν ἐφαρμοζόμε νον, ἢ πάντας ψυχὰς ἀποδείξει ταῦτα, ἢ ἕκαστον τούτων ἐκ τοῦ ἴσου τοῦ ἰδιώματος τῆς ψυχῆς ἐξαιρήσει.

{Μ.} Ἡ δὲ Πολλοῖς φησὶν, ἤδη καὶ ἄλλοις ἐζητη μένον τὸν λόγον τοῦτον ἀκολούθως καὶ αὐτὸς ἐπιζη τεῖς, ὅ, τι ποτὲ χρὴ ταῦτα νομίζειν εἶναι τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς, εἴτε συνουσιω μένα τῇ ψυχῇ, καὶ παρὰ τὴν αὐτὴν εὐθὺς τῇ κατασκευῇ συνυπάρχοντα, εἴτε τι ἄλλο παρ' αὐτὴν ὄντα καὶ ὕστερον ἡμῖν ἐπιγινόμενα. Τὸ μὲν γὰρ ἐνορᾶσθαι τῇ ψυχῇ ταῦτα, παρὰ πάντων ἐπίσης ὁμο λογεῖται· τὸ δὲ ὅ, τι χρὴ περὶ αὐτῶν οἴεσθαι, οὔπω δι' ἀκριβείας εὗρεν ὁ λόγος. ὥστε βεβαίαν τὴν περὶ τού των ὑπόληψιν ἔχειν, ἀλλ' ἔτι πεπλανημέναις οἱ πολλοὶ καὶ διαφόροις ταῖς περὶ τούτων δόξαις ἐπιδιστάζου σιν. Ἡμῖν δὲ εἰ μὲν ἱκανὴ πρὸς ἀπόδειξιν ἀληθῶς ἦν ἡ ἔξω φιλοσοφία, ἡ τεχνικῶς περὶ τούτων διαλα βοῦσα, περιττὸν ἂν ἦν ἴσως τὸν περὶ ψυχῆς λόγον προτιθέναι τῷ σκέμματι. Ἐπεὶ δὲ τοῖς μὲν κατὰ τὸ φανὲν ἀκόλουθον κατ' ἐξουσίαν προῆλθεν ἡ περὶ ψυχῆς θεωρία· ἡμεῖς δὲ τῆς ἐξουσίας ἄμοι ροι ταύτης ἐσμὲν, τῆς λέγειν φημὶ ἅπερ βου λόμεθα, κανόνι παντὸς δόγματος καὶ νόμῳ κε χρημένοι τῇ ἁγίᾳ Γραφῇ· ἀναγκαίως πρὸς ταύτην βλέποντες, τοῦτο δεχόμεθα μόνον, ὅ, τι περ ἂν ᾖ συμφωνοῦν τῷ τῶν γεγραμμένων σκοπῷ. Οὐκ οῦν παρέντες τὸ Πλατωνικὸν ἅρμα, καὶ τὴν ὑπεζευγμένην αὐτῷ ξυνωρίδα τῶν πώλων, οὐχ ὁμοίως ταῖς ὁρμαῖς πρὸς ἀλλήλους ἐχόντων, καὶ τὸν ὑπὲρ τούτων ἡνίοχον, δι' ὧν ἁπάντων τὰ τοιαῦτα περὶ 46.52 ψυχῆς φιλοσοφεῖ δι' αἰνίγματος· ὅσα θ' ὁ μετ' ἐκεῖνον φιλόσοφος ὁ τεχνικῶς τοῖς φαινομένοις ἀκολουθῶν, καὶ τὰ νῦν ἡμῖν προκείμενα δι' ἐπιμε λείας κατεξετάζων, θνητὴν εἶναι διὰ τούτων τὴν ψυ χὴν ἀπεφήνατο, καὶ πάντας τούς τε πρὸ τούτων, καὶ τοὺς ἐφεξῆς,