1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

17

{Μ.} Ἡ δὲ μικρὸν ἐπισχοῦσα, ∆εδόσθω μοι, φησὶ, κατ' ἐξουσίαν πλάσαι τινὰ λόγον ἐν ὑποδείγματι, πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν, κἂν ἕξω τοῦ δυνατοῦ δοκῇ τὸ λεγόμενον. ∆εδόσθω γὰρ δυνατὸν εἶναι τῇ τοῦ ζωγράφου τέχνῃ, μὴ μόνον μιγνύειν ἐξ ἐναντίου τὰ χρώματα, καθὼς ἔθος ποιεῖν αὐτοῖς πρὸς τὴν τῆς μορφῆς ὁμοιότητα, ἀλλὰ καὶ διακρίνειν τὰ μεμιγμένα, καὶ τὴν κατὰ φύσιν πάλιν ἑκάστῳ τῶν χρωμάτων ἀποδιδόναι βα φήν. Οὐκοῦν τὸ λευκὸν, καὶ τὸ μέλαν, ἢ τὸ ἐρυθρὸν, καὶ τὸ χρυσοειδὲς, ἢ εἴ τις ἄλλη βαφὴ πρὸς τὴν ὁμοιότητα τοῦ προκειμένου συγκρίνεται, εἰ πάλιν ἀποκριθείη τῆς πρὸς ἕτερον μίξεως, καὶ ἐφ' ἑτέρου γένοιτο, οὐδὲν ἧττον γινώσκεσθαι ὑπὸ τοῦ τεχνίτου φαμὲν αὐτὸ τὸ εἶδος τοῦ χρώματος, καὶ μὴ μίαν ἐγγίνεσθαι λήθην αὐτῷ, μήτε τοῦ ἐρυθροῦ μήτε τοῦ μέλανος, εἰ ἑτερόχρωα κατὰ τὴν τοῦ πρὸς ἄλληλα μίξιν γινόμενα, πάλιν εἰς τὴν κατὰ φύσιν ἐπανέλθῃ βαφήν· μεμνημένου δὲ τοῦ τρόπου τῆς πρὸς ἄλληλα τῶν χρωμάτων συγ κράσεως· εἰδέναι ποῖον ἔν τινι γινόμενον οἷον ἀπειργάσατο χρῶμα, καὶ ὅπως ἐκβληθέντος ἐκ τοῦ ἀπολυθῆναι τοῦ ἑτέρου πάλιν εἰς τὸ οἰκεῖον ἐπανέδραμεν ἄνθος, καὶ εἰ πάλιν δέοι διὰ τῆς μίξεως τὸ ἶσον ἐργάσασθαι, ἀπονωτέρα ἔσται αὐτῷ ἡ κατα σκευὴ ἐν τῇ προλαβούσῃ δημιουργίᾳ μελετηθεῖσα. Εἰ δέ τι ἀκόλουθον ἐν τῷ ὑποδείγματι, φησὶν, ὁ λόγος ἔχει, ἐξεταστέον ἤδη ἡμῖν αὐτὸ τὸ προκείμενον. Ἀντὶ γὰρ τῆς γραφικῆς τέχνης ἡ τῶν στοιχείων νοείσθω φύσις, ἡ δὲ μίξις τῆς ποικίλης τῶν ἑτεροχροούντων βαφῆς, καὶ πάλιν ἡ δοθεῖσα ἡμῖν καθ' ὑπόθεσιν εἰς τὰ οἰκεῖα τούτων ἐπάνοδος, τὴν συνδρομήν τε καὶ διάστασιν τῶν στοιχείων ὑπογρα 46.76 φέτω. Ὥσπερ οὖν φαμεν ἐν τῷ ὑποδείγματι μὴ ἀγνοεῖν τὴν βαφὴν τοῦ χρώματος τὸν τεχνίτην, μετὰ μίξιν πάλιν εἰς τὸ οἰκεῖον ἄνθος ἐπανελ θοῦσαν, ἀλλ' ἐπιγινώσκειν τό τε ἐρυθρὸν καὶ τὸ μέλαν, καὶ εἴ τι ἕτερον διὰ τῆς ποιᾶς πρὸς τὸ ἑτερο γενὲς κοινωνίας τὴν μορφὴν ἀπειργάσατο, οἷον μὲν ἐν τῇ μίξει, οἷον καὶ νῦν ἐστιν ἐν τῷ κατὰ τὴν φύσιν γινομένῳ· οἷον δὲ πάλιν ἔσται, εἰ ὁμοιοτρόπως αὖθις ἀλλήλοις ἀναμιχθείη τὰ χρώματα· οὕτως εἰδέναι τὴν ψυχὴν τῶν συνδραμόν των στοιχείων πρὸς τὴν τοῦ σώματος κατασκευὴν, ᾧ ἐνεφύη, καὶ μετὰ τὴν διάλυσιν αὐτῶν τὴν φυσι κὴν ἰδιότητα. Κἂν πόῤῥωθεν ἀπ' ἀλλήλων αὐτὰ ἡ φύσις ἀφέλκῃ διὰ τὰς ἐγκειμένας ἐναντιότητας, ἕκα στον αὐτῶν τῆς πρὸς τὸ ἐναντίον ἐπιμιξίας ἀπείργουσα, οὐδὲν ἧττον παρ' ἑκάστῳ ἔσται τῇ γνω στικῇ δυνάμει τοῦ οἰκείου ἐφαπτομένη, καὶ παρα μένουσα ἕως ἂν εἰς ταὐτὸ πάλιν ἡ τῶν διεστώ των γένηται συνδρομὴ πρὸς τὴν τοῦ διαλυθέντος ἀναστοιχείωσιν, ὅπερ ἀνάστασις κυρίως καὶ ἔσται καὶ ὀνομάζεται. {Γ.} Καὶ ἐγὼ εἶπον, Ἄριστά μοι δοκεῖς κατὰ τὸ παρὸν συμμεμαχηκέναι τῷ λόγῳ τῆς ἀνα στάσεως. ∆ύνασθαι γὰρ ἂν διὰ τούτων ἠρέμα προσ αχθῆναι τοὺς ἀπομαχομένους τῇ πίστει, πρὸς τὸ μὴ οἴεσθαι τῶν ἀδυνάτων εἶναι πάλιν ἀλλήλοις συνελθεῖν τὰ στοιχεῖα, καὶ τὸν αὐτὸν ἀπεργάσασθαι ἄνθρωπον,

{Μ.} Καί φησιν ἡ διδάσκαλος· Ἀληθὲς τοῦτο λέ γεις. Ἔστι γὰρ λεγόντων ἀκούειν τῶν πρὸς τὸν λόγον τοῦτον ἐνισταμένων, ὅτι Εἰς τὸ πᾶν κατὰ τὸ συγγενὲς γινομένης τῶν στοιχείων τῆς ἀναλύσεως· τίς μηχανὴ τὸ ἐν τῷδε θερμὸν ἐν τῷ καθόλου γενό μενον συμμιγὲς, τοῦ συγγενοῦς πάλιν ἀποκρι θῆναι πρὸς τὸ συστῆναι τὸν ἀπαλλασσόμενον ἄνθρωπον; Εἰ γὰρ μὴ ἀκριβῶς τὸ ἴδιον ἐπανέλθοι, ἐκ δὲ τοῦ ὁμογενοῦς ἀντὶ τοῦ ἰδιάζοντός τι παραλη φθείη· ἕτερον ἀνθ' ἑτέρου γενήσεται, καὶ οὐκ έτι ἂν εἴη τὸ τοιοῦτον ἀνάστασις, ἀλλὰ καινοῦ ἀν θρώπου δημιουργία. Εἰ δὲ χρὴ τὸν αὐτὸν εἰς ἑαυτὸν πάλιν ἐπανελθεῖν, δι' ὅλου εἶναι προσήκει τὸν αὐ τὸν, ἑαυτοῖς πᾶσι τοῖς τῶν στοιχείων μέρεσι τὴν ἐξ ἀρχῆς ἐπαναλαβόντα φύσιν. {Γ.} Οὐκοῦν, ὡς εἶπον, αὐτάρκης ἡμῖν πρὸς ταύτην τὴν ἔνστασιν ἡ τοιαύτη περὶ τῆς ψυχῆς ἂν εἴη ὑπόληψις· τὸ οἷς ἐξ ἀρχῆς ἐνεφύη στοιχείοις τούτοις, καὶ μετὰ 46.77 τὴν διάλυσιν παραμένειν, οἷον εἰ φύλακα τῶν οἰ κείων καθισταμένην, καὶ ἐν τῇ ἀνακράσει τῇ πρὸς τὸ ὁμόφυλον οὐ διαφιεῖσαν τὸ ἴδιον ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ τῆς νοερᾶς