1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

18

δυνάμεως, οὐδε μίαν ἐν τῇ λεπτομερίᾳ τῶν στοιχείων ὑπομένουσαν πλάνην· ἀλλὰ συνδιαλύεσθαι τοῖς ἰδίοις καταμι γνυμένοις πρὸς τὸ ὁμόφυλον, καὶ μὴ ἀτονεῖν συνδιεξιοῦσαν αὐτοῖς, ὅταν πρὸς τὸ πᾶν ἀναχέων, ἀλλ' ἐν αὐτῷ ἀεὶ μένειν ὅποιπερ αὐτὰ, καὶ ὅπως παρασκευάσῃ ἡ φύσις. Εἰ δὲ γένοιτο πάλιν παρὰ τῆς τὸ πᾶν οἰκονομούσης δυνάμεως τοῖς διαλυθεῖσι πρὸς τὴν συνδρομὴν τὸ ἐν δόσιμον· τότε καθάπερ εἰ μιᾶς ἀρχῆς ἐξαφθεῖεν σχοῖνοι διάφοροι, ὁμοῦ καὶ κατ' αὐτὸν αἱ πᾶσαι τῷ ἐφελκομένῳ συνέπονται· οὕτως ἐν μιᾷ τῇ τῆς ψυχῆς δυνάμει, τῆς τῶν στοιχείων διαφορᾶς ἑλκο μένης, ἀθρόως ἐν τῇ συνδρομῇ τῶν οἰκείων, ἡ τοῦ σώματος ἡμῶν σειρὰ διὰ τῆς ψυχῆς συμπλακήσεται, καταλλήλως ἑκάστου πάλιν πρὸς τὸ ἀρχαῖον καὶ σύνηθες πλακουμένου, καὶ περιπτυσσομένου τὸ γνώριμον

{Μ.} Ἀλλὰ καὶ τοῦτο τὸ ὑπόδειγμα, φησὶν ἡ διδάσκαλος, εἰκότως ἂν προστεθείη τοῖς ἐξητασμένοις εἰς ἀπόδειξιν τοῦ μὴ πολλὴν εἶναι τῇ ψυχῇ τὴν διδασκαλίαν ἐν τοῖς στοιχείοις δια κρίνειν τοῦ ἀλλοτρίου τὸ ἴδιον. Προκείσθω γὰρ τῷ κεραμεύοντι πηλὸς καθ' ὑπόθεσιν, πολὺς δὲ οὗτος εἶναι δεδόσθω, οὗ τὸ μέν τοι πρὸς τὴν τῶν σκευῶν ἀπεργασίαν ἤδη τετύπωται, τὸ δὲ μέλ λον. Τὰ δὲ σκεύη πάντα μὴ ὁμοειδῶς ἀλλή λοις διεσχηματίσθω, ἀλλὰ τὸ μὲν πίθος, τὸ δὲ ἀμφο ρεὺς, ἕτερον δὲ πινάκιον, ἢ τριβλίον, ἢ ἄλλο τι τῶν κατὰ τὴν χρῆσιν ἐπιτηδείων ἔστω, ταῦτα δὲ πάντα μὴ εἷς κεκτήσθω, ἀλλ' ἴδιον ἑκάστου δεσπότου, ὑποκείσθω τῷ λόγῳ. Οὐκοῦν ἕως ἂν συνεστήκει, ταῦτα φανερά τε τοῖς ἔχουσι γίνεται· κἂν συντριβείη πάλιν, οὐδὲν ἧττον γνώριμα ἀπὸ τῶν συντριμμάτων τοῖς κεκτημένοις ἔσται, τὸ μὲν τὸ ἐκ τοῦ πίθου, ποῖον δὲ τὸ ἐκ τοῦ ποτηρίου τρύφος ἐστίν. Εἰ δὲ καὶ πρὸς τὸν ἀκατέργαστον καταμι χθείη πηλὸν, πολὺ μᾶλλον ἀπλανὴς ἡ διάγνωσις τῶν ἤδη κατειργασμένων ἀπ' ἐκείνου γίνεται. Οὕτως οἷόν 46.80 τι σκεῦος, ὁ καθ' ἕκαστόν ἐστιν ἄνθρωπος, ἐκ τῆς συνδρομῆς τῶν στοιχείων ἀπὸ τῆς κοινῆς ὕλης ἀνα τετυπωμένος, ἐν ἰδιάζοντι πάντως τῷ σχήματι πολλὴν πρὸς τὸ ὁμογενὲς τὴν διαφορὰν ἔχων. Οὗ διαλυθέντος οὐδὲν ἧττον καὶ ἀπὸ τῶν λειψάνων ἡ κεκτημένη τὸ σκεῦος ψυχὴ τὸ οἰκεῖον ἐπιγινώσκει, οὔτε ἐν τῇ κοινωνίᾳ τῶν συντριμμάτων, οὔτε εἰ πρὸς τὸ ἀκατέργαστον τῆς τῶν στοιχείων ὕλης κατα μιχθείη, τοῦ οἰκείου ἀφισταμένη, ἀλλ' ἀεὶ ἐπιστα μένη τὸ ἴδιον, οἷόν τε συνεστὼς ἐν τῷ σχήματι ἦν, καὶ μετὰ τὴν διάλυσιν ἐκ τῶν ἀπομεινάντων σημείων τοῖς λειψάνοις οὐ πλανωμένη περὶ τὸ ἴδιον. {Γ.} Ἐπιδεξάμενος δὲ τὰ εἰρημένα ὡς προσφυῶς τε καὶ οἰκείως πρὸς τὸν προκείμενον εὑρεθέντα σκοπὸν, Ταῦτα μὲν οὕτως, εἶπον, λέγεσθαί τε καὶ πιστεύεσθαι καλῶς ἔχει· εἰ δέ τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου περὶ τῶν ἐν ᾅδου διήγημα πρὸς τὰ εἰρημένα προσ φέροι, ὡς οὐ συμβαῖνον τοῖς ἐξητασμένοις, πῶς χρὴ παρασκευάσασθαι πρὸς τὴν ἀπόκρισιν;

{Μ.} Ἡ διδάσκαλος δὲ, Σωματικώτερον μὲν, φησὶν, ὁ λόγος ἐκτίθεται τὸ διήγημα, πολλὰς δὲ κατασπείρει τὰς ἀφορμὰς, δι' ὧν εἰς λεπτοτέραν θεωρίαν ἐκκα λεῖται τὸν ἐξεταστὴν ἐπαΐοντα. Ὁ γὰρ χά σματι μεγάλῳ διείργων τὸ κακὸν ἐκ τοῦ κρείτ τονος, σταγόνος τέ τινος δακτύλῳ κομιζομένης ἐπιδεᾶ ποιήσας τὸν ὀδυνώμενον, καὶ πατριάρχου κόλπον τῷ διὰ τῆς ζωῆς ταύτης κεκακωμένῳ ὑποθεὶς ἀνάπαυσιν, πρὸ τούτων δὲ καὶ τὸ τεθνᾶναι αὐ τοὺς, καὶ ταφῇ δοθῆναι διηγησάμενος, οὐ μικρῶς ἀφίστησι τῆς κατὰ πρόχειρον διανοίας τὸν μὴ ἀσυνέτως τοῖς λεγομένοις ἑπόμενον. Ποίους γὰρ ὀφθαλμοὺς ἐπαίρει ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τοὺς τῆς σαρκὸς ἐναφεὶς τῷ τάφῳ; Πῶς δὲ φλογὸς ᾐσθάνετο τὸ ἀσώματον; Ποίαν δὲ γλῶσσαν κατα ψυχθῆναι διὰ τῆς σταγόνος ἐπιθυμεῖ, τῆς σαρκίνης αὐτῷ μὴ παρούσης; Τίς δὲ ὁ διακομίζων αὐτῷ τὴν ῥανίδα δάκτυλος; Αὐτὸς δὲ ὁ κόλπος τῆς ἀναπαύσεως, τίς; Τῶν γὰρ σωμάτων ἐν τάφοις ὄντων, τῆς δὲ ψυχῆς οὔτε ἐν σώματι οὔσης, οὔτε ἐκ μερῶν συν εστώσης, ἄπορον ἂν εἴη τὴν τοῦ διηγήματος διασκευὴν κατὰ τὸ προχείρως νοούμενον ἐφαρμόσαι τῇ ἀληθείᾳ, εἰ μή τις μεταλάβῃ τὰ καθ' ἕκαστον εἰς