1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

28

ψυχὴν διὰ κακίας ἀπῴκησαν, ἐκεῖσε πάλιν αὐτὴν ὡς ἀσφαλῆ καὶ ἀκήρατον ζωὴν ἐκ τῆς ὑλικῆς ἀνοικίζουσιν, ὥσπερ ἐπιλαθόμενοι τὸ ἐκεῖθεν αὐτὴν ἡ κακία βρύσασα, τῇ κάτω καταμιχθῆναι φύσει. Ἥ τε οὖν διαβολὴ τοῦ τῇδε βίου, καὶ ὁ τῶν οὐρα νίων ἔπαινος ἐν ἀλλήλοις συγχέονται, καὶ ἀνω φεροῦνται, τοῦ μὲν διαβεβλημένου κατὰ τὴν ἐκείνων δόξαν πρὸς τὸ καλὸν καθηγουμένου· τοῦ δὲ πρὸς κρείττονος ὑπειλημμένου τὴν ἀφορμὴν ἐνδι δόντος τῇ ψυχῇ τῆς πρὸς τὸ χεῖρον ῥοπῆς. Οὐκ οῦν ἐκβλητέα τῶν τῆς ἀληθείας δογμάτων πᾶσα πε πλανημένη τε καὶ ἀστατοῦσα περὶ τῶν τοιούτων ὑπό ληψις· μήθ' ὅσοι καταβαίνειν ἐκ γυναι κείων σωμάτων πρὸς τὴν ἀνδρώδη ζωὴν τὰς ψυχὰς δοκείη τὸ ἔμπαλιν ἐν γυναιξὶ γίνεσθαι τὰς τῶν ἀνδρικῶν σωμάτων χωρισθείσας ψυχὰς, ἢ καὶ πρὸς ἄνδρας ἐξ ἀνδρῶν μεταβαίνειν, καὶ γυναῖκας ἐκ γυ ναικῶν γίνεσθαι λέγουσιν, ὡς τῆς ἀληθείας ἐστο χασμένους ἀκολουθήσωμεν. Ὁ μὲν γὰρ πρότερος οὐ μόνον τῷ ἄστατος καὶ ἀπατηλὸς εἶναι ἀπεδοκιμάσθη ὁ λόγος, αὐτὸς ἐν ἑαυτῷ πρὸς τὰς ἐναντίας ὑπολήψεις περιτρεπόμενος, ἀλλ' ὅτι καὶ ἀσεβῶς ἔχει, μηδὲν τῶν ὄντων εἰς γένεσιν ἄγεσθαι δογματίζων, καὶ κακίας τῇ ἑκάστου φύσει τὴν ἀρχὴν ἐνδιδούσης. Εἰ γὰρ οὔτε ἄνθρωποι, οὔτε φυτὰ, οὔτε βοσκήματα, μὴ ψυχῆς ἄνωθεν ἐπὶ ταῦτα ἐμπε σούσης φύονται· ἡ δὲ πτῶσις διὰ κακίας γίνεται, ἄρα κατάρχειν οἴονται τὴν κακίαν τῆς τῶν ὄντων συστάσεως. Καί πως συμβαίνει κατὰ τὸν αὐ τὸν χρόνον ἀμφότερα, καὶ ἄνθρωπον ἐκ γάμου φύεσθαι, καὶ τῆς ψυχῆς τὴν κατάπτωσιν τῇ τοῦ γά 46.117 μου συμβαίνειν σπουδῇ. Καὶ τὸ ἔτι τούτου παραλο γώτερον, εἰ ἔαρι τὰ πολλὰ τῆς ἀλόγου φύσεως συνδυάζεται. Ἆρ' οὖν ἔστιν εἰπεῖν ὅτι καὶ τῇ ἄνω περιφορᾷ τὸ ἔαρ ἐμφύεσθαι, τὴν κακίαν ποιεῖ, ὥστε συμβαίνει ὁμοῦ τε τοῦ κακοῦ τὰς ψυχὰς πληρου μένας πίπτειν, καὶ τὰς γαστέρας τῶν ἀλόγων κυΐ σκεσθαι; Τί δ' ἂν εἴπῃ τις περὶ τοῦ γεωπόνου τοῦ καταπηγνύοντος τῇ γῇ τὰς τῶν φυτῶν ἀπο σπάδας; Πῶς ἡ τούτου χεὶρ συγκατέχωσε τῷ φυτῷ τὴν ἀνθρωπίνην ψυχὴν, συντρεχούσης πτεροῤῥυή σεως τῇ τοῦ ἀνθρώπου πρὸς τὴν φυτείαν ὁρμῇ; Τὸ αὐτὸ τοίνυν ἄτοπον καὶ ἐπὶ τοῦ ἑτέρου τῶν λό γων, ἐπὶ τὸ οἴεσθαι τὴν ψυχὴν τὰς συνόδους ἐν συζυγίᾳ ζώντων περιεργάσασθαι, ἢ τὰς λο χείας ἐπιτηρεῖν, ἵνα τοῖς φυομένοις σώμασιν ἐπεισκρι θῶσιν. Εἰ δὲ ἀπείποι ὁ ἀνὴρ τὸν γάμον, ἡ δὲ γυνὴ ἑαυτὴν τῆς τῶν ὀδυνῶν ἀνάγκης ἐλευθερώ σειεν ἆρ' οὐ βαρήσει τὴν ψυχὴν ἡ κακία; Οὐκοῦν ὁ γάμος τῇ ἄνω κακίᾳ τὸ κατὰ τῶν ψυχῶν ἐνδώσι μον δίδωσιν, ἢ καὶ δίχα τούτου καθάπτεται τῆς ψυχῆς ἡ πρὸς τὸ ἐναντίον σχέσις. Οὐκοῦν ἄοικος ἐν τῷ μέσῳ καὶ ἀλῆτις ἡ ψυχὴ πεπλανήσεται, τῶν μὲν οὐρανίων ἀποῤῥυεῖσα· σώματος δὲ ἂν οὕτω τύχοι πρὸς ὑποδοχὴν ἀμοιρήσασα. Εἶτα καὶ πῶς διὰ τού των ἐπιστατεῖν τὸ Θεῖον τῶν ὄντων ὑπονοήσουσι, τῇ τυχαίᾳ ταύτῃ καὶ ἀλόγῳ τῶν ψυχῶν καταπτώσει τὰς ἀρχὰς τῆς ἀνθρωπίνης ἀνατιθέντες ζωῆς; Ἀνάγκη γὰρ πᾶσα τῇ ἀρχῇ καὶ τὰ μετὰ ταύ την συμφώνως ἔχειν. Εἰ γὰρ ἐκ συντυχίας αὐ τομάτου τινὸς ὁ βίος ἤρξατο, τυχέα πάντως καὶ ἡ κατ' αὐτῶν διέξοδος γίνεται. Καὶ μάτην τῆς θείας δυνάμεως οἱ τοιοῦτοι τὰ ὄντα ἐξάπτουσιν, οἱ μὴ βουλήματι θείῳ τὰ ἐν τῷ κόσμῳ φύεσθαι λέγοντες, ἀλλ' εἰς πονηράν τινων συντυχίαν τὰς ἀρχὰς τῶν γινομένων ἀνάγοντες, ὡς οὐκ ἂν συστάσης τῆς ἀνθρωπίνης ζωῆς μὴ τοῦ κακοῦ δόντος τῇ ζωῇ τὸ ἐνδόσιμον. Εἰ οὖν ἡ ἀρχὴ τοῦ βίου τοιαύτη, δηλαδὴ καὶ τὰ ἐφεξῆς κατὰ τὴν ἀρχὴν κινηθήσεται. Οὐ γὰρ ἄν τις ἐκ κακοῦ καλὸν, οὐδὲ ἐξ ἀγαθοῦ τὸ ἐναντίον φύεσθαι λέγοι. Ἀλλὰ κατὰ τὴν τοῦ σπέρματος φύσιν, καὶ τοὺς καρποὺς ἀναμένομεν. Οὐκοῦν πάσης τῆς ζωῆς ἡ αὐτόματος αὕτη καὶ συντυχικὴ κίνησις ἡγεμονεύει, μηδεμιᾶς προνοίας διὰ τῶν ὄντων οἰχού σης. Ἄχρηστος δὲ παντάπασι καὶ ἡ τῶν λογισμῶν ἔσται προμήθεια· τῆς δὲ ἀρετῆς κέρδος οὐδὲν, καὶ πρὸς τὸ κακὸν ἀλλοτρίως ἔχειν ἀντ' οὐδενὸς ἂν εἴη. 46.120 Πάντα γὰρ πάντως ἐπὶ τῷ φέροντι κείσεται, καὶ οὐδὲν ὁ βίος διοίσει τῶν ἀνερματίστων πλοίων, ταῖς αὐτομάτοις συντυχίαις, οἷόν τισι κύμασιν, ἄλ λοτε πρὸς