1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

30

οὐσίας ὑποστῆναι τὰ πάντα· ἢ γὰρ καὶ τὸ Θεῖον ἐν τοῖς τῆς κτίσεως ἰδιώμασιν εἶναι ὑπονοηθήσεται, εἴπερ ὁμογενῶς πρὸς τὸν Θεὸν ἔχοι τὰ γεγονότα· ἤ τις ὑλικὴ φύσις ἔξω τῆς θείας οὐσίας ἀντεξαχθήσεται τῷ 46.124 Θεῷ κατὰ τὸ ἀγέννητον τῇ ἀϊδιότητι τοῦ ὄντος παρισουμένη· ὅπερ δὴ καὶ Μανιχαῖοι φαντασθέντες, καί τινες τῆς Ἑλληνικῆς φιλοσοφίας ταῖς ἴσαις ὑπονοίαις συνενεχθέντες, δόγμα τὴν φαντασίαν ταύ την πεποίηνται. Ὡς ἂν μάλιστα οὖν ἐκφύγοιμεν τὴν ἀφ' ἑκατέ ρου ἀτοπίαν ἐν τῇ ζητήσει τῶν ὄντων, κατὰ τὸ τοῦ Ἀποστόλου ὑπόδειγμα, ἀπολυπραγμόνητον τὸν λόγον τὸν περὶ τοῦ, πῶς ἕκαστόν ἐστιν, κατα λείψομεν, τοσοῦτον παρασημαινόμενοι μόνον, ὅτι ἡ ὁρμὴ τῆς θείας προαιρέσεως, ὅταν ἐθέλει, πρᾶγμα γίνεται, καὶ οὐσιοῦται τὸ βούλευμα εὐθὺς ἡ φύσις γινόμενον, τῆς παντοδυνάμου ἐξουσίας, ὅπερ ἂν σοφῶς τε καὶ τεχνικῶς ἐθέλῃ, μὴ ἀνυπόστατον ποιούσης τὸ θέλημα. Ἡ δὲ τοῦ θε λήματος ὕπαρξις οὐσία ἐστί. ∆ιχῆ δὲ διακρινομέ νων τῶν ὄντων, εἰς τὸ νοερόν τε καὶ σωματικόν· ἡ μὲν τῶν νοερῶν κτίσις οὐ δοκεῖ πως ἀπᾴδειν τῆς τοῦ ἀσωμάτου φύσεως, ἀλλ' ἐκ τοῦ σύνεγγυς εἶναι τὸ ἀειδές τε καὶ ἀναφὲς καὶ ἀδιάστατον δεικνύουσα. Ὅπερ δὴ καὶ περὶ τὴν ὑπερκειμένην φύσιν ὑπονοῶν τις οὐχ ἁμαρτήσεται. Τῆς δὲ σωματικῆς κτίσεως ἐν ἀκοινωνήτοις ὡς πρὸς τὸ Θεῖον τοῖς ἰδιώμασι θεωρου μένης· καὶ ταύτην μάλιστα τὴν πολλὴν ἀμη χανίαν ἐμποιούσης τῷ λόγῳ, μὴ δυναμένου κατιδεῖν, πῶς ἐκ τοῦ ἀοράτου τὸ ὁρώμενον; ἐκ τοῦ ἀναφοῦς τὸ στεῤῥὸν καὶ ἀντίτυπον, ἐκ τοῦ ἀορίστου τὸ ὡρισμένον, ἐκ τοῦ ἀπόσου τε καὶ ἀμεγέθου τὸ πάντως μέτροις τισὶ τοῖς κατὰ τὸ ποσὸν θεωρουμένοις περιειρ γόμενον; Καὶ τὰ καθ' ἕκαστον ὅσα περὶ τὴν σωματι κὴν καταλαμβάνεται φύσιν, περὶ ὧν τοσοῦτόν φαμεν, ὅτι οὐδὲν ἐφ' ἑαυτοῦ τῶν περὶ τὸ σῶμα θεωρουμένων σῶμά ἐστιν, οὐ σχῆμα, οὐ χρῶμα, οὐ βάρος, οὐ διάστημα, οὐ πηλικότης, οὐκ ἄλλο τι τῶν ἐν ποιότητι θεωρουμένων οὐδὲν, ἀλλὰ τούτων ἕκα στον λόγος ἐστίν· ἡ δὲ πρὸς ἄλληλα συνδρομὴ τούτων καὶ ἕνωσις σῶμα γίνεται. Ἐπεὶ οὖν αἱ συμ πληρωματικαὶ τοῦ σώματος ποιότητες νῷ κα ταλαμβάνονται καὶ οὐκ αἰσθήσει, νοερὸν δὲ τὸ Θεῖον, τίς πόνος τῶν νοητῶν τὰ νοήματα κατεργάσα σθαι; Ὧν ἡ πρὸς ἄλληλα συνδρομὴ τὴν τοῦ σώματος ἡμῖν ἀπεγέννησε φύσιν. Ἀλλὰ ταῦτα μὲν ἔξω τοῦ 46.125 προκειμένου παρεξετάσθη. Τὸ δὲ ζητούμενον ἦν, εἰ προϋφεστήκασιν αἱ ψυχαὶ τῶν σωμάτων, πότε ἢ πῶς γίνονται. Καὶ τούτου χάριν ἡμῖν περὶ τοῦ πῶς ζήτησιν ὡς ἀνέφικτον οὖσαν ἀπολυπραγμό νητον ἀφῆκεν ὁ λόγος. Περὶ τοῦ πότε τὰς ἀρχὰς αἱ ψυχαὶ τῆς ὑπάρξεως ἔχουσιν, ὡς ἀκόλουθον ὂν τοῖς προεξητασμένοις, ζητεῖν καταλείπεται. Εἰ γὰρ δοθείη τὸ πρὸ τοῦ σώματος ἐν ἰδιαζούσῃ τινὶ κατα στάσει τὴν ψυχὴν βιοτεύειν· ἀνάγκη πᾶσα τὰς ἀτό πους ἐκείνας δογματοποιίας ἰσχὺν ἔχειν νομίζειν τῶν διὰ κακίας τὰς ψυχὰς εἰσοικιζόντων τοῖς σώμασιν. Ἀλλὰ μὴν ἐφυστερίζειν τὰς ψυχὰς τὴν γένεσιν, καὶ νεωτέρας τῆς τῶν σωμάτων εἶναι συμπλάσεως, οὐδεὶς ἂν τῶν εὖ φρονούν των ὑπονοήσειεν, φανεροῦ πᾶσιν ὄντος ὅτι οὐδὲν τῶν ἀψύχων κινητικήν τε καὶ αὐξητικὴν ἐν αὐτῷ δύ ναμιν ἔχει. Τῶν δ' ἐν νηδύϊ ἐντρεφομένων, οὔτε ἡ αὔξησις, οὔτε ἡ τοπικὴ κίνησίς ἐστιν ἀμφί βολος. Λείπεται οὖν μίαν καὶ τὴν αὐτὴν ψυχῆς τε καὶ σώματος ἀρχὴν τῆς συστάσεως οἴεσθαι. Καὶ ὥσπερ τῆς ῥίζης τὴν ἀποσπάδα λαβοῦσα παρὰ τῶν γεηπό νων ἡ γῆ δένδρον ἐποίησεν, οὐκ αὐτὴ τὴν αὐξητικὴν ἐνθεῖσα τῷ τρεφομένῳ δύναμιν, ἀλλὰ μόνον τὰς πρὸς τὴν αὔξησιν ἀφορμὰς ἐνιεῖσα τῷ ἐκκειμένῳ· οὕτω φαμὲν, καὶ τὸ ἐκ τοῦ ἀνθρώπου ἀποσπώμενον πρὸς ἀνθρώπου φυτείαν, καὶ αὐτὸ τρόπον τινὰ ζῶον εἶναι ἐξ ἐμψύχου ἔμψυχον, ἐκ τρεφομένου τρεφόμενον. Εἰ δὲ μὴ πάσας τὰς τῆς ψυχῆς ἐνεργείας καὶ κινήσεις ἡ βραχύτης ἀποσπάδος ἐχώρησε, θαυμαστὸν οὐ δέν. Οὐδὲ γὰρ ἐν τῷ σπέρματι σῖτος εὐθὺς κατὰ τὸ φαινόμενον στάχυς ἐστὶ (πῶς γὰρ τοσοῦτον ἐν τοσούτῳ χωρήσειεν); ἀλλὰ τῆς γῆς αὐτὸν ταῖς καταλλήλοις τιθηνουμένης τροφαῖς, στάχυς ὁ σῖτος γίνεται, οὐκ ἐξαλλάσσων ἐν τῇ βολῇ τὴν φύ σιν, ἀλλ' ἐμφαίνων ἑαυτὸν καὶ τελειοῦν τῇ τῆς