1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

31

τροφῆς ἐνεργείᾳ. Ὥσπερ οὖν ἐπὶ τῶν φυομέ νων σπερμάτων κατὰ λόγον ἡ αὔξησις ἐπὶ τὸ τέλος πρόεισι· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς 46.128 ἀνθρωπίνης συστάσεως, πρὸς λόγον τῆς σωμα τικῆς ποσότητος, καὶ ἡ τῆς ψυχῆς διαφαίνεται δύνα μις· πρῶτον μὲν διὰ τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ τοῖς ἔνδοθεν πλασσομένοις ἐγγινομένη. Μετὰ ταῦτα δὲ τὴν αἰσθητικὴν χάριν τοῖς εἰς φῶς προελθοῦσιν ἐπάγουσα, εἶθ' οὕτω, καθάπερ τινὰ καρπὸν, αὐξηθέν τος ἤδη τοῦ φυτοῦ, μετρίως τὴν λογικὴν ἐμφαί νουσα δύναμιν, οὐ πᾶσαν κατὰ τὸ ἀθρόον, ἀλλὰ τῇ ἀναδρομῇ τοῦ φυτοῦ δι' ἀκολούθου προκοπῆς συναυ ξανομένην. Ἐπειδὴ τοίνυν τὸ ἐκ τῶν ἐμψύ χων εἰς ἀφορμὴν ἐμψύχου συστάσεως ἀποσπώ μενον, νεκρὸν εἶναι οὐ δύναται (ἡ γὰρ νεκρότης κατὰ ψυχῆς στέρησιν γίνεται· οὐκ ἂν δὴ προσλάβῃ τὴν ἕξιν ἡ στέρησις)· ἐκ τούτων καταλαμβά νομεν τὸ κοινὴν τῷ ἐξ ἀμφοτέρων συνισταμένῳ συγκρίματι, τὴν εἰς τὸ εἶναι πάροδον γίνεσθαι, οὔτε τούτου προτερεύοντος, οὔτ' ἐκείνου ἐφυστερί ζοντος· στᾶσιν δέ ποτε τῆς τοῦ ἀριθμοῦ τῶν ψυχῶν αὐξήσεως, ἀναγκαίως προορᾷ ὁ λόγος. Ὡς ἂν μὴ δια παντὸς ῥέοι ἡ φύσις, ἀεὶ διὰ τῶν ἐπιγινομένων ἐπὶ τὸ πρόσω χεομένη, καὶ οὐδέποτε τῆς κινήσεως λήγου σα. Τὴν δὲ αἰτίαν τοῦ δεῖν πάντως στάσιμόν ποτε καὶ τὴν ἡμετέραν γίνεσθαι φύσιν, ταύτην οἰόμεθα, ὅτι πάσης τῆς νοητῆς φύσεως ἐν τῷ ἰδίῳ πληρώματι ἑστώσης, εἰκός ποτε καὶ τὸ ἀνθρώπινον εἰς πέρας ἐλθεῖν, οὐδὲ γὰρ τοῦτο τῆς νοητῆς ἠλλοτρίωται φύ σεως· ὡς μὴ πάντοτε δοκεῖν ἐν τῷ λείποντι καθορᾶσθαι. Ἡ γὰρ ἀεὶ τῶν ἐπιγινομένων προσθήκη, κατηγορία τοῦ ἐλλείποντος ἔχειν τὴν φύσιν γί νεται. Ἐπειδὰν οὖν εἰς τὸ οἰκεῖον πλήρωμα τὸ ἀν θρώπινον φθάσῃ, στήσεται πάντως ἡ ῥοώδης αὕτη τῆς φύσεως κίνησις, εἰς τὸ ἀναγκαῖον καταντή σασα πέρας, καί τις ἑτέρα κατάστασις τὴν ζωὴν δια δέχεται, τῆς νῦν ἐν γενέσει καὶ φθορᾷ διεξαγο μένης κεχωρισμένη. Μὴ οὔσης γὰρ γενέσεως, κατὰ πᾶσαν ἀνάγκην οὐδὲ τὸ φθειρόμενον ἔσται. Εἰ γὰρ πρὸ τῆς διαλύσεως σύνθεσις ἄρχεται, σύνθεσιν δέ φαμεν τὴν διὰ γενέσεως πάροδον· ἀκόλουθον πάν τως μὴ καθηγουμένης τῆς συνθέσεως, μηδὲ τὴν διά λυσιν ἕπεσθαι. Οὐκοῦν ἑστῶσά τις καὶ ἀδιάλυτος ἡ μετὰ ταῦτα ζωὴ δι' ἀκολουθίας προφαίνεται, οὔτε ὑπὸ γενέσεως, οὔτε ὑπὸ φθορᾶς ἀλλοιουμένη. 46.129

{Γ.} Ἐγὼ δὲ ταῦτα διεξελθούσης διδασκάλον, ἐπει δὴ τοῖς πολλοῖς παρακαθημένοις ἐδόκει τὸ προσ ῆκον ἐσχηκέναι πέρας ὁ λόγος, φοβηθεὶς μὴ οὐκ ἔτι ὁ διαλύων ἡμῖν τὰ περὶ τῆς ἀναστάσεως παρὰ τῶν ἔξωθεν προφερόμενα, εἴ τι ἐκ τῆς ἀῤῥω στίας ἡ διδάσκαλος πάθοι, ὃ δὴ καὶ ἐγένετο· οὔπω, φημὶ, τοῦ κυριωτάτου τῶν κατὰ δόγμα ζητουμένων ὁ λόγος ἥψατο. Φησὶ γὰρ ἡ θεόπνευστος Γραφὴ, κατά τε τὴν νέαν καὶ ἀρ χαίαν διδασκαλίαν, πάντως ποτὲ τάξει τινὶ καὶ εἱρμῷ τῆς φύσεως ἡμῶν κατὰ τὴν παροδι κὴν τοῦ χρόνου κίνησιν διεξιούσης, στήσεσθαι μὲν τὴν ῥοώδη ταύτην φορὰν τὴν διὰ τῆς τῶν ἐπι γινομένων διαδοχῆς προϊοῦσαν, τῆς δὲ τοῦ παν τὸς συμπληρώσεως μηκέτι τὴν ἐπὶ τὸ πλεῖον ἐπαύξησιν προδεχομένης, ἅπαν τὸ τῶν ψυχῶν πλήρωμα, πάλιν ἐκ τοῦ ἀειδοῦς καὶ ἐσκεδασμένου πρὸς τὸ συνεστὸς καὶ φαινόμενον ἐπανελεύσεσθαι, τῶν αὐτῶν στοιχείων κατὰ τὸν αὐτὸν εἱρμὸν πρὸς ἄλληλα πάλιν ἀναδραμόντων. Ἡ δὲ τοιαύτη τῆς ζωῆς κατά στασις, περὶ τῶν τῆς θείας διδασκαλίας Γραφῶν ἀνάστασις λέγεται, τῇ τοῦ γεώδους ἀνορθώσει, πάσης τῆς τῶν στοιχείων κινήσεως συνονομαζομένης.

{Μ.} Τί οὖν, φησὶ, τούτων ἀμνημόνευτον ἐν τοῖς εἰρημένοις ἐστίν; {Γ.} Αὐτὸ, φημὶ, τὸ δόγμα τῆς ἀναστάσεως.

{Μ.} Καὶ μὴν πολλὰ, φησὶ, τῶν νῦν διεξοδικῶς εἰρημέ νων, πρὸς τοῦτον τὸν σκοπὸν φέρει.

{Γ.} Οὐ γὰρ οἶ δας, εἶπον, ὅσον παρὰ τῶν ἀντιτεταγμένων ἡ μῖν παρὰ τῆς ἐλπίδος ταύτης ἀντιθέσεως ἀνθυπο φέρεται σμῆνος; Καὶ ἅμα λέγειν ἐπεχείρουν, ὅσα πρὸς ἀνατροπὴν τῆς ἀναστάσεως παρὰ τῶν ἐριστικῶν ἐφευρίσκεται.