1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

32

{Μ.} Ἡ δὲ, ∆οκεῖ μοι, φησὶ, χρῆναι πρότερον τὰ σποράδην παρὰ τῆς θείας Γραφῆς περὶ τούτου τοῦ δόγματος ἐκτεθέντα δι' ὀλίγων ἐπι δραμεῖν, ὡς ἂν ἐκεῖθεν ἡμῖν ἡ κορωνὶς ἐπιτεθείη τῷ λόγῳ. Ἤκουσα τοίνυν τοῦ ∆αβὶδ ὑμνολογοῦντος ἐν θείαις ᾠδαῖς, ὅτε τὴν τοῦ παντὸς διακόσμησιν ὑπόθεσιν τοῦ ὕμνου πεποιημένος ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ πρὸς τῷ τέλει τῆς ὑμνῳδίας τοῦτό φησιν, ὅτι «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς 46.132 τὸ πρόσωπον τῆς γῆς.» Πάντα ἐν πᾶσιν ἐνεργοῦσαν τοῦ πνεύματος δύναμιν, ζωοποιεῖν τε λέγων, οἷς ἂν ἐγγένηται, καὶ ἀφιστᾷν τῆς ζωῆς πάλιν ὧν ἂν ἀπογένηται. Ἐπεὶ οὖν τῇ ἀναχω ρήσει τοῦ πνεύματος τὴν τῶν ζώντων ἔκλειψιν, τῇ δὲ τούτου παρουσίᾳ τὸν τῶν ἐκλειπόν των ἀνακαινισμὸν γίνεσθαι λέγει, προηγεῖται δὲ κατὰ τὴν τοῦ λόγου τάξιν τῶν ἀνακαινιζομένων ἡ ἔκλειψις· τούτῳ ἐκείνῳ φαμὲν τὸ κατὰ τὴν ἀνάστα σιν καταγγέλλεσθαι τῇ Ἐκκλησίᾳ μυστήριον, τῷ προφητικῷ πνεύματι τοῦ ∆αβὶδ τὴν χάριν ταύτην προεκφωνήσαντος. Ἀλλὰ καὶ ἑτέρωθέν φησιν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι ὁ τοῦ παντὸς Θεὸς, ὁ τῶν ὄντων Κύριος ἐπέφανεν ἡμῖν ἐπὶ τῷ συστή σασθαι τὴν ἑορτὴν ἐν τοῖς πυκάζουσι τὴν τῶν Σκηνο πηγίων ἑορτὴν διὰ τῆς τοῦ πυκασμοῦ λέξεως ἑρμηνεύων, ἣ πάλαι μὲν ἐκ τῆς παραδόσεως τοῦ Μωϋσέως νενόμιστο προφητικῶς, οἶμαι, τὰ μέλλοντα τοῦ νομοθέτου προαγορεύοντος· ἀεὶ δὲ γενόμενος, οὔπω ἐγεγόνει.

Προεδηλοῦτο μὲν γὰρ τοῖς τῶν γινο μένων αἰνίγμασι τυπικῶς ἡ ἀλήθεια· αὕτη δὲ ἡ ἀλη θὴς σκηνοπηγία οὔπω ἦν, ἀλλὰ τούτου χάριν, κατὰ τὸν προφητικὸν λόγον, ὁ Θεὸς τῶν ὅλων καὶ Κύριος ἑαυτὸν ἐπέφανεν ἡμῖν, ὡς ἂν συσταίη τῇ ἀνθρωπίνῃ φύσει ἡ τοῦ διαλυθέντος ἡμῶν οἰκητηρίου σκηνοπηγία, πάλιν διὰ τῆς συνόδου τῶν στοιχείων σωματικῶς πυκαζομένη. Τὴν γὰρ περιβολὴν καὶ τὸν ἐκ ταύτης κόσμον ἡ τοῦ πυκασμοῦ λέξις κατὰ τὴν ἰδίαν ἔμφασιν διασημαίνει. Ἔχει δὲ ἡ ῥῆσις τῆς ψαλμῳδίας τοῦτον τὸν τρό πον· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυ σιαστηρίου. Ὅπερ δοκεῖ μοι προαναφωνεῖν δι' αἰνί γματος, τὸ μίαν ἑορτὴν πάσῃ τῇ λογικῇ κτίσει συν ίστασθαι τῶν ὑποδεεστέρων τοῖς ὑπερέχουσιν ἐν τῇ τῶν ἀγαθῶν συνόδῳ συγχορευόντων. Ἐπειδὴ γὰρ ἐν τῇ τυπικῇ τοῦ ναοῦ κατασκευῇ, οὐ πᾶσιν ἐφεῖτο τῆς ἔξωθεν περιβολῆς ἐντὸς γενέσθαι, ἀλλὰ περικέκριτο τῆς εἰσόδου πᾶν ὅσον ἐθνικὸν καὶ ἀλλόφυλον, τῶν τε αὖ ἐντὸς γινομένων, οὐ με τῆν ἐκ τοῦ ἴσου πᾶσι τῆς ἐπὶ τὸ ἐνδότερον παρ όδου, μή τινι καθαρωτέρᾳ διαίτῃ, καί τισι περιῤῥαν τηρίοις ἀφαγνισθεῖσι· πάλιν δὲ καὶ ἐν αὐτοῖς τούτοις οὐ πᾶσι βάσιμος ἦν ὁ ἔνδον ναὸς, ἀλλὰ 46.133 τοῖς ἱερεῦσι μόνοις νόμιμον ἦν κατὰ χρείαν ἱε ρουργίας ἐντὸς τοῦ καταπετάσματος γίνεσθαι, τὸ δὲ ἀπόκρυφόν τε καὶ ἄδυτον τοῦ ναοῦ, ἐν ᾧ τὸ θυσια στήριον ἵδρυτο κεράτων τισὶ προσβολαῖς κεκαλ λωπισμένον, καὶ αὐτοῖς τοῖς ἱερεῦσιν ἀνεπίβατον ἦν, πλὴν ἑνὸς τοῦ προτεταγμένου τῆς ἱερωσύνης, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ κατά τινα νόμιμον ἡμέραν, μόνος ποῤῥητοτέραν τινὰ καὶ μυστικωτέραν προσάγων ἱερουργίαν ἐπὶ τὸ ἐντὸς παρεδύετο.

Τοσαύτης οὖν οὔ σης περὶ τὸν ναὸν τοῦτον διαφορᾶς, ὅτι τις εἰκὼν καὶ μίμημα τῆς νοητῆς ἦν καταστά σεως, τοῦτο τῆς σωματικῆς παρατηρήσεως διδασκού σης, ὅτι οὔτε πᾶσα ἡ λογικὴ φύσις τῷ ναῷ τοῦ Θεοῦ, τουτέστι τῇ ὁμολογίᾳ τοῦ μεγάλου Θεοῦ προσ εγγίζει· ἀλλ' οἱ πρὸς τὰς ψευδεῖς ὑπολήψεις πε πλανημένοι ἐκτός εἰσι τοῦ θείου περισχοινίσματος. Τῶν δὲ διὰ τῆς ὁμολογίας ἐντὸς γεγενημένων προτι μοτέρων τῶν ἄλλων, οἱ περιῤῥαντηρίοις καὶ ἁγνείαις προκαθαιρόμενοι, καὶ τούτων οἱ ἀφιε ρωθέντες ἤδη τὸ πλέον ἔχουσιν, ὥστε τῆς ἐσωτερικῆς ἀξιοῦσθαι μυσταγωγίας, ὡς δ' ἄν τις ἐπὶ τὸ φανερώ τερον προάγοι τὴν τοῦ αἰνίγματος ἔμφασιν. Ταῦτα ἔστι μαθεῖν τοῦ λόγου διδάσκοντος, ὅτι τῶν λο γικῶν δυνάμεων, αἱ μέν τινές