1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

35

ἑαυ τὸ δείκνυσι), τῇ δὲ ἀληθείᾳ πάντως πάντοτε ἑαυτὸν αὐτὸ διαδεχόμενον, οὐδέποτε αὐτὸ μένει (ἡ γὰρ ἐξελκυσθεῖσα διὰ τῆς θερμότητος ἰκμὰς, ὁμοῦ τε ἐξεφλογώθη καὶ εἰς λίγνην ἐκκαυθεῖσα μετεποιήθη, καὶ ἀεὶ τῇ ἀλλοιωτικῇ δυνάμει ἡ τῆς φλογὸς κίνησις ἐνεργεῖται, εἰς λίγνην δι' ἑαυτῆς ἀλλοιοῦσα τὸ ὑποκείμενον)· ὥσπερ τοί νυν δὶς κατὰ ταὐτὸν τῆς φλογὸς θίγοντα, οὐκ ἔστι τῆς αὐτῆς τὸ δὶς ἅψασθαι· (τὸ γὰρ ὀξὺ τῆς ἀλ λοιώσεως οὐκ ἀναμένει τὸν ἐκ δευτέρου πάλιν ἐπι θιγγάνοντα, κἂν ὡς τάχιστα τοῦτο ποιῇ), ἀλλ' ἀεὶ καινή τε καὶ πρόσφατός ἐστιν ἡ φλὸξ πάντοτε γινο μένη, καὶ ἀεὶ ἑαυτὴν διαδεχομένη, καὶ οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένουσα· τοιοῦτόν τι καὶ περὶ τὴν τοῦ σώματος ἡμῶν φύσιν ἐστί. Τὸ γὰρ ἐπίῤῥυτον τῆς φύσεως ἡμῶν, καὶ τὸ ἀπόῤῥυτον διὰ τῆς ἀλλοιω τικῆς κινήσεως ἀεὶ πορευόμενον, τότε κινούμε νον ἵσταται, ὅταν καὶ τῆς ζωῆς ἀπολήξῃ· ἕως δ' ἂν ἐν τῷ ζῇν ᾖ, στάσιν οὐκ ἔχει. Ἢ γὰρ πληροῦται, ἢ διαπνέεται, ἢ δι' ἑκατέρων πάντως εἰσαεὶ διεξά γεται. Εἰ τοίνυν οὐδὲ τῷ χθιζῷ τις ὁ αὐτός ἐστιν, ἀλλ' ἕτερος τῇ ἀπαλλαγῇ γίνεται, ὅταν ἐπαναγάγῃ πάλιν τὸ σῶμα ἡμῶν πρὸς τὴν ζωὴν ἡ ἀνάστασις, δῆμός τις ἀνθρώπων πάντως ὁ εἷς γενήσεται, ὡς ἂν μηδὲν ἐλλείποι τοῦ ἀνισταμένου τὸ βρέφος, τὸ νήπιον, ὁ παῖς, τὸ μειράκιον, ὁ ἀνὴρ, ὁ πατὴρ, ὁ πρεσβύτης, καὶ τὰ διὰ μέσου πάντα. Σωφροσύνης δὲ καὶ ἀκολα σίας διὰ σαρκὸς ἐνεργουμένης, τῶν δὲ ὑπομε 46.144 νόντων ὑπὲρ τῆς εὐσεβείας τὰς ἀλγεινὰς τῶν κολάσεων, τῶν τε αὖ μαλακιζομένων πρὸς ταῦτα διὰ τῆς σωματικῆς αἰσθήσεως, ἑκατέρων τούτων ἐπιδεικνυμένων, πῶς ἔστι παρὰ τὴν κρίσιν δια σωθῆναι τὸ δίκαιον; Ἢ τοῦ αὐτοῦ νῦν μὲν πεπλημμεληκότος, αὖθις δὲ διὰ μεταμελείας ἑαυτὸν ἐκκαθάραντος, κἂν οὕτω τύχῃ πάλιν ἐπὶ τὸ πλημμελὲς ὀλισθήσαντος, ὑπαμειφθέντος δὲ κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως, καὶ τοῦ μεμολυσμένου καὶ τοῦ ἀμολύντου σώματος, καὶ μήθ' ἑτέρου τούτων εἰς τὸ διηνεκὲς ἐξαρκέσαντος, ποῖον τῷ ἀκολάστῳ σῶμα συγκολασθήσεται, τὸ ῥικνωθὲν ἐν τῷ γήρᾳ πρὸς τῷ θανάτῳ; Ἀλλ' ἕτερον ἦν τοῦτο παρὰ τὸ τὴν ἁμαρτίαν κατειργασμένον, ἀλλ' ὅπερ κατεμο λύνθη τῷ πάθει; καὶ ποῦ ὁ πρεσβύτης; Ἢ γὰρ οὐκ ἀναστήσεται οὗτος, καὶ οὐκ ἐνεργὸς ἡ ἀνάστασις· ἢ οὗτος ἐγερθήσεται, καὶ διαφεύξεται τὴν δίκην ὁ ὑπο κείμενος. Εἴπω τι καὶ ἄλλο τῶν προφερομένων ἡμῖν παρὰ τῶν οὐ δεδεγμένων τὸν λόγον. Οὐδὲν, φησὶν, ἄπρακτον τῶν ἐν τῷ σώματι μορίων ἡ φύσις ἐποίησε. Τὰ μὲν γὰρ τὴν τοῦ ζῇν αἰτίαν καὶ δύναμιν ἐν ἡμῖν ἔχει, ὧν ἄνευ συστῆναι διὰ σαρκὸς ζωὴν ἡμῶν, οὐκ ἐνδέχεται, οἷον, καρδία, ἧπαρ, ἐγκέφαλος, πνεύ μων, γαστὴρ, καὶ τὰ λοιπὰ σπλάγχνα· τὰ δὲ τῇ αἰ σθητικῇ κινήσει ἀποκεκλήρωται· τὰ δὲ τῆς παρεκτι κῆς καὶ μεταβατικῆς ἐνεργείας ἐστίν· ἄλλα δὲ πρὸς τὴν διαδοχὴν τῶν ἐπιγινομένων ἐπιτηδείως ἔχει. Εἰ μὲν οὖν ἐν τοῖς αὐτοῖς ἡμῖν ὁ μετὰ ταῦτα βίος ἔσται, πρὸς οὐδὲν ἡ μετάστασις γίνεται· εἰ δὲ ἀληθὴς ὁ λόγος (ὥσπερ οὖν ἐστιν ἀληθὴς), ὁ μήτε γάμον ἐμ πολιτεύεσθαι τῷ μετὰ τὴν ἀνάστασιν βίῳ διοριζόμε νος, μήτε διὰ βρώσεως καὶ πόσεως τὴν τότε διακρα τεῖσθαι ζωὴν, τίς ἔσται χρῆσις τῶν μερῶν τοῦ σώμα τος, οὐκέτι τῶν δι' ἃ νῦν ἐστι τὰ μέλη κατὰ τὴν ζωὴν ἐκείνην ἐλπιζομένων; Εἰ γὰρ τοῦ γάμου χάριν τὰ πρὸς τὸν γάμον ἐστὶ μέλη, ὅταν ἐκεῖνος μὴ ᾖ, οὐδὲ τῶν πρὸς ἐκεῖνον δεόμεθα. Οὕτω πρὸς τὸ ἔργον αἱ χεῖρες, καὶ πρὸς τὸν δρόμον οἱ πόδες, καὶ πρὸς τὴν παραδοχὴν τῶν σιτίων τὸ στόμα, καὶ οἱ ὀδόντες πρὸς τὴν τῆς τροφῆς ὑπηρεσίαν, καὶ πρὸς τὴν πέψιν τὰ σπλάγχνα, καὶ πρὸς τὴν ἀποβολὴν τῶν ἀχρειωθέντων οἱ ἐξοδικοὶ τῶν πόρων. Ὅταν οὖν ἐκεῖνα μὴ ᾖ, τὰ δι' ἐκεῖνα γινομένα πῶς ἢ 46.145 ὑπὲρ τίνος ἔσται, ὡς ἀνάγκην εἶναι, εἰ μὲν εἴη περιττὰ τὰ σώματα πρὸς οὐδὲν πρὸς τὴν ζωὴν ἐκεί νην συνεργεῖν μέλλοντα, μηδὲ εἶναί τι τῶν νῦν συμπληρούντων ἡμῖν τὸ σῶμα (ἐν ἄλλοις γὰρ ἡ ζωὴ), καὶ οὐκέτι τὸ τοιοῦτον ἀνάστασιν ὀνο μάσειε, τῶν καθ' ἕκαστον μελῶν διὰ τὴν ἐκείνῃ τῇ ζωῇ ἀχρηστίαν οὐ συνανισταμένων τῷ σώματι; Εἰ δὲ διὰ πάντων ἔσται τούτων ἐναργὴς ἡ ἀνάστα σις, μάταια ἡμῖν καὶ ἀνόνητα πρὸς