1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

40

σωματικήν τινα τοῦ φυέντος διασημαίνει κολόβωσιν, ἀλλ' ἑκάστου τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων στέρησίν τε καὶ ἀλλοτρίωσιν. Ἐπεὶ οὖν ἕν τι χρὴ πάντως περὶ ἡμᾶς εἶναι τῶν κατ' ἀντίθεσιν νοουμένων, ἢ ἀγαθὸν, ἢ κακὸν, δηλονότι τὸ ἐν τῷ ἀγαθῷ τινα λέγειν μὴ εἶναι, ἀπόδειξις γίνεται τοῦ ἐν τῷ κακῷ πάντως. Ἀλλὰ μὴν περὶ τὴν κακίαν, οὐ τιμὴ, οὐ δόξα, οὐκ ἀφθαρσία, οὐ δύναμις. Ἀνάγκη πᾶσα, περὶ ὃν μὴ ἦν ταῦτα, τὰ τούτοις ἐξ ἀντιθέτου νοούμενα παρεῖναι, μὴ ἀμφιβάλλειν, ἀσθένειαν, ἀτιμίαν, φθορὰν, καὶ ὅσα τοιούτου γένους ἐστὶν, ἃ ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ὅσα δυσαπάλλακτα γίνεται τῇ ψυχῇ τὰ ἐκ κακίας πάθη, δι' ὅλης αὐτῆς ἀνακραθέντα καὶ συμφυέντα, καὶ ἓν πρὸς ἐκείνην γενόμενα. Τῶν τοιούτων οὖν ταῖς διὰ πυρὸς ἰατρείαις ἐκκαθαρθέντων τε καὶ ἀφανισθέντων, ἕκαστον τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀντεπελεύσεται, ἡ ἀφθαρσία, ἡ ζωὴ, ἡ τιμὴ, ἡ χάρις, ἡ δόξα, ἡ δύναμις, καὶ εἴ τι ἄλλο τοιοῦτον ἔν τε τῷ Θεῷ ἐπιθεωρεῖσθαι εἰκάζομεν, καὶ τῇ εἰκόνι αὐτοῦ, ἥ τίς ἐστιν ἡ ἀνθρωπίνη φύσις.