1

 2

 3

 4

 5

 6

 7

2

πνεύματος οἰκονομία τῆς χάριτος ἄρχεται, ὥστε τὴν κοινὴν τῶν ἀνθρώπων εὐεργεσίαν εἰς πᾶσαν διαφορὰν τῆς ἀνθρωπίνης καταμερίσαι φωνῆς, ἵνα μὴ μιᾷ γλώσσῃ μόνῃ τὸ κήρυγμα τῆς εὐσεβείας ἐναποκλειόμενον ἄπρακτον τοῖς ἀλλογλώσσοις μένῃ καὶ ἀνενέργητον.

Ἤδη τοίνυν τῶν μὲν Φαρισαίων καὶ ταῖς ἰδίαις ἀκοαῖς ἀπιστούντων καὶ τοὺς ἐκπεπληγμένους τὴν θαυματουργίαν διεσφάλθαι κατασκευαζόντων, ὡς γλεύκους αὐτοῖς τὴν τοι αύτην παραφορὰν ἐμποιήσαντος, τοῦ δὲ Πέτρου μιᾷ τοῦ λόγου περιβολῇ τρισχιλίας τῷ Χριστῷ ψυχὰς σαγηνεύσαντος, καὶ καθεξῆς ἀεὶ τῇ προσθήκῃ τῶν σωζομένων τῆς ἐκκλησίας εἰς πλῆθος ἐπιδιδούσης, καὶ τοῦ ἐκ γενετῆς χωλοῦ πάλιν τὴν ὡραίαν τοῦ ἱεροῦ πύλην τοῖς σωζομένοις ἀνοίξαντος, ᾗ προσκαθήμενος τῷ καθ' ἑαυτὸν θαύματι τῆς ἰάσεως τοὺς κατὰ ψυχὴν χωλεύοντας ἐπὶ τὴν πίστιν ἐχειραγώγησε, πολλῶν τοίνυν πρὸς τὸ κήρυγμα τῆς πίστεως συρρεόντων, καὶ τῆς χρείας πλείονα τὴν πολυχειρίαν ἐπιζητούσης τῶν διακονούν των τῇ χάριτι· τότε καλεῖται πρὸς ἐπικουρίαν τῶν ἀποστόλων ὑπὸ τοῦ πνεύματος ὁ πολὺς τῇ σοφίᾳ καὶ τῇ χάριτι Στέφανος. καὶ μηδεὶς τῷ τῆς διακονίας ὀνόματι δευτερεύειν αὐτὸν παρὰ τὴν ἀποστολικὴν ἀξίαν ὑπονοείτω· ἐπεὶ καὶ Παῦλος οἶδεν ἑαυτὸν διάκονον μυστηρίων Χριστοῦ, καὶ ὁ τοῦ παντὸς κύριος ὁ διὰ σαρκὸς τὴν ἀνθρωπίνην σωτηρίαν οἰκονομού μενος οὐκ ἐπῃσχύνθη τῷ τῆς διακονίας ὀνόματι, εἰπών, ἐν 12 μέσοις εἶναι ὡς ὁ διακονῶν, ὁ τὰς διαιρέσεις τῶν διακονιῶν ἐνεργῶν, καθώς φησιν ὁ ἀπόστολος. Καθάπερ δὲ τὸ πῦρ τῆς ἐπιτηδείας ὕλης ἐπιδραξάμενον εἰς ὕψος αἴρει τὴν φλόγα καὶ περιφανεστέραν τὴν αὐγὴν ἀπεργάζεται, οὕτω τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ Στεφάνου μεγα λοφυίᾳ γενόμενον ἐκδηλοτέρας ἐποίει τὰς ἀκτῖνας τῆς χάρι τος. διὸ πάντες πρὸς αὐτὸν ἀφεώρων, ὅσοις ἦν γνώσεως μετουσία τινὸς καὶ παιδεύσεως. καὶ κατὰ συστάσεις οἱ τῶν λοιπῶν δοκοῦντες πλέον ἔχειν, οἷον εἰς φάλαγγάς τινας δι' ἀλλήλων καταπυκνούμενοι, οὕτως ὑπομένειν ἐπειρῶντο τοῦ Στεφάνου τὴν προσβολήν. ὁ δὲ πᾶσιν ἐπίσης ἄμαχος ἦν, καὶ πολλοῖς συμμίσγων κατ' αὐτὸν καὶ ἐλάττοσιν. ἐν τούτῳ τοίνυν τὸ μὲν φαινόμενον Ἀλεξανδρεῖς καὶ Λιβερτῖνοι καὶ Κυρηναῖοι καὶ οἱ πανταχόθεν ἦσαν ἄνθρωποι πρὸς τὸν τῆς ἀληθείας ἀγωνιστὴν συμπλεκόμενοι, τὸ δὲ διὰ τοῦ φαινομένου νοούμενον ὁ πατὴρ τοῦ ψεύδους ἦν, δι' ἀνθρωπίνων προσώπων πρὸς τὴν ἐν τῷ Στεφάνῳ λαλουμένην ἀλήθειαν ἑαυτὸν ἀντε γείρων. ἀλλ' ἡ μὲν ἀλήθεια κατὰ τοῦ ψεύδους τροπαιοφόρος ἦν, καλῶς τρεψαμένου τοῦ ἀριστέως πάντας τοὺς προαγωνιστὰς τῆς ἀπάτης. ὁ δὲ διάκονος τῆς ἀληθείας παρὰ τοῦ ἐχθροῦ τῆς ἀληθείας ἐπεβουλεύετο, ὡς οὐχὶ φανερῶν τὴν οὖσαν, ἀλλὰ ποιῶν τὴν μὴ οὖσαν ἀλήθειαν. τί ταῦτα συσκευάζεις κατὰ τοῦ 14 κήρυκος; πρὸς τὸν διάβολον εἴποιμι ἄν· εἰ σοί τίς ἐστι δύνα μις, τὴν ἐν Στεφάνῳ βλάψον ἀλήθειαν· εἰ δὲ ἐκείνη τῶν σῶν μηχανημάτων ὑψηλοτέρα, τί περὶ τὸ σκεῦος τῆς ἀληθείας ἀπασχολεῖς τὴν κακόνοιαν καὶ ἀναιρεῖς τὸ περιέχον κατα λιπὼν τὸ ἐγκείμενον, οἷόν τι ποιοῦσιν οἱ κύνες, τοὺς λίθους οἷς βάλλονται περιχαίνοντες, τοῦ βάλλοντος οὐχ ἁπτόμενοι; ἐπειδὴ τοίνυν ἀπηλέγχθη διὰ τῶν ἀληθεστάτων τὸ ψεῦδος, καὶ οὐκέτι οἷός τε ἦν [ὁ πονηρὸς] ἄλλον τινὰ προαγωνιστὴν τῆς ἀπάτης εὑρεῖν, πάντων πρὸς τὴν φανέρωσιν τῆς ἀληθείας ἀποβλεπόντων, ἀναμέμνηται τοῦ ἰδίου παλαίσματος καὶ καταμερίσας ἑαυτοῦ τὴν ἐνέργειαν εἴς τε τοὺς κατηγόρους καὶ τοὺς δικαστὰς καὶ ἐν ἀμφοτέροις γενόμενος τοὺς μὲν λέγειν τὰ ψευδῆ κατὰ τοῦ Στεφάνου προήγετο, τοὺς δὲ μετ' ὀργῆς τὴν συκοφαντίαν προσδέχεσθαι. καὶ ποικίλως ἑαυτὸν τοῖς Ἰουδαίοις ἐνδιασπείρας πάντα γίνεται τῷ Στεφάνῳ, κατή γορος, δικαστής, δήμιος καὶ ἡ λοιπὴ τοῦ θανάτου ὑπηρεσία, οὐκ εἰδὼς οἵῳ πτώματι μετὰ τὴν τοιαύτην ἐπὶ Στεφάνῳ ψῆφον κατενεχθήσεται. καθάπερ γὰρ οἱ ἔμπειροι τῶν ἀθλητῶν ὑποβάντες τὸ σῶμα τῶν προσπαλαιόντων χαλεπώτερον αὐτοῖς διά