1

 2

 3

 4

 5

 6

 7

3

τινος τεχνικῆς εὐστροφίας τὸ πτῶμα κατασκευά 16 ζουσιν, οὕτω καὶ ὁ μέγας Στέφανος εἰς γῆν κλιθεὶς τὸ χαλε πὸν σύντριμμα τοῦ ἀντικειμένου ἐργάζεται.

Ἐντεῦθεν γὰρ γίνεται τοῖς ἀποστόλοις ἐπὶ τὴν οἰκουμένην ὁ δρόμος, αὕτη τῆς πανταχοῦ τοῦ λόγου διαφοιτήσεως ἡ ἀρχή. εἰ γὰρ μὴ τῇ κατ' ἐκείνου μιαιφονίᾳ ὁ δῆμος τῶν Ἰουδαίων κατὰ τῶν ἀποστόλων ἐμάνησαν, τάχα μόνοις ἂν Ἱεροσολύμοις ἡ τοῦ εὐαγγελίου χάρις ἐναπεκλείετο. νυνὶ δὲ διωχθέντες παρὰ τῶν Ἰουδαίων ἄλλος ἀλλαχῆ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν κατεσπάρησαν, πανταχόθεν τὸν διάβολον διὰ τῆς τῶν μυστηρίων διδασκαλίας ἐξείργοντες. οὕτω δέχεται τὸν λόγον Σαμάρεια· οὕτως ὁδοῦ πάρεργον ἡ τοῦ εὐνούχου σωτηρία παρὰ τοῦ Φιλίππου γίνεται· οὕτω τὸ μέγα σκεῦος τῆς ἐκλογῆς Παῦλος, θυμῷ καὶ ἀπειλῇ παρὰ τοῦ δια βόλου καθοπλισθείς, ἐπ' αὐτὸν τρέπει τὸν ὁπλίστην τὰς ἀκίδας, πάσης αὐτὸν ὑπερορίζων τῆς οἰκουμένης, ὡς μηδένα τόπον καταλιπεῖν τῇ πίστει τοῦ Χριστοῦ ἀνεπίβατον. ἐντεῦ θεν Αἰγύπτιοι, Σύροι, Πάρθοι καὶ Μεσοποταμῖται, [Ἰταλοὶ καὶ] Γαλάται, Ἰλλυριοί, Μακεδόνες καὶ τὰ πανταχόθεν ἔθνη προσάγει τῇ πίστει διατρέχων ὁ λόγος. ὁρᾷς τοῦ Στεφάνου τὴν ἀθλητικὴν ἐπιστήμην; πόσοις συνετρίβη πτώμασιν ὁ ἀντίπαλος, δόξας διὰ τῆς συκοφαντίας ὑπέρτερος τοῦ προσ παλαίοντος γίνεσθαι;

18 Ἀλλ' ἐπανέλθωμεν πάλιν ἐπὶ τὸ στάδιον. τίσι λόγοις ἀνακινοῦσι τὸν δῆμον οἱ συκοφάνται; οὐ παύεται, φησί, λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζω ραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς. ἡ μὲν οὖν κατηγορία τῶν τοῦ διαβόλου ῥητόρων τοιαύτη. ἡ δὲ τῶν ἀκουόντων ἄνοια τίς; ἐπὶ τίνι χαλεπαίνουσι τῷ κατηγορηθέντι; τίνα κακίαν ἐν τοῖς εἰρημένοις ἐφώρασαν; τὰ μὲν γὰρ προφερόμενα κατ' αὐτοῦ τῶν εἰς ὕστερον ἐκβησομένων ἦν. ἔφησαν γὰρ αὐτὸν εἰρη κέναι τὸν τόπον καταλυθήσεσθαι καὶ τὰ νόμιμα τοῦ Μωυσέως μετατεθήσεσθαι. τί οὖν ἐν τούτοις ἐστὶ τὸ ἀδίκημα, κἂν ἀληθεύῃ, κἂν ψεύδηται; εἰ μὲν γὰρ ψεύδεται, τὸ λυποῦν οὐκ ἐκβήσεται, εἰ δὲ ἀληθεύει, τί ἀδικεῖ ὁ λόγος προμηνύων τὴν ἔκβασιν; τὰ γὰρ γινόμενα πάντως ἐκβήσεται καὶ σιωπώντων καὶ μή. ὁ δὲ φόνος τοῦ προμηνύσαντος τίνα φέρει τῶν λυ πούντων διόρθωσιν; εἶτα· κατηγορεῖται μὲν Ἰησοῦς ὁ Ναζω ραῖος, ἡ δὲ τῆς τιμωρίας ψῆφος ἐπὶ τὸν Στέφανον φέρεται. καίτοι εἰ ὁ ἀδικῶν κινεῖ τὴν ὀργήν, ἀδίκημα δέ ἐστιν ἡ τοῦ τόπου καὶ τῶν ἐθῶν μεταποίησις, ταῦτα δὲ οὐ παρὰ Στεφά νου, ἀλλὰ παρὰ Ἰησοῦ γίνεσθαί φησιν ὁ κατήγορος, ἐπὶ τὸν 20 κατηγορηθέντα πάντως ἔδει συγκινεῖσθαι τὸ δικαστήριον. ὢ τῆς ἀδίκου τῶν ἀκουόντων ψήφου. ἐπειδὴ Ἰησοῦς, φησίν, μεταποιήσει τοὺς νόμους, καταλευσθήτω ὁ Στέφανος. πῶς δὲ καταλύσει τὸν νόμον ὁ Ἰησοῦς ὁ οὕτως περὶ τὸν νόμον ἔχων, ὁ τοσαῦτα πρὸς βεβαίωσιν τῶν ἀρχαίων νομοθετήσας, ὁ εἰπών· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, ὁ τὸν περὶ τοῦ μὴ φονεῦσαι νόμον διὰ τοῦ μηδὲ τὴν ἀρχὴν ὀργισθῆναι τοῖς μαθηταῖς βεβαιώσας, ὁ τῇ ἐπιθυμίᾳ συνεκβαλὼν τὴν μοιχείαν, ὁ διὰ τοῦ μὴ ἀμύνασθαι τὸν προληλυπηκότα κελεῦ σαι τὸ μηδὲ ἄρχειν ἀδίκων χειρῶν κατασκευάσας, ὁ διὰ τῆς μεταδόσεως τῶν προσόντων τὸ κατὰ πλεονεξίαν πάθος ὑπερορίσας; πῶς οὔτε ἐμνημονεύθη ταῦτα οὔτε συνεξητάσθη τῇ κρίσει; ἐβουλόμην νῦν παρεῖναί μοι τῶν μιαιφόνων ἐκείνων δικαστῶν τὸ συνέδριον καὶ μαθεῖν περὶ τῶν τόπων ὑπὲρ ὧν χαλεπαίνουσι, ποῦ ὁ διώνυμος ἐκεῖνος ναός, ποῦ τὰ ἀπιστού μενα τῶν λίθων μεγέθη, ποῦ τὸ χρυσίον ἐκεῖνο τὸ τῇ λοιπῇ ὕλῃ τῇ περὶ τὸν ναὸν μικροῦ δεῖν ἰσοστάσιον, ποῦ αἱ νόμιμοι ἱερουργίαι, ὁ κριός, ὁ μόσχος, ὁ ἀμνός, ἡ δάμαλις, ἡ περιστερά, ἡ τρυγών, ὁ ἀποπομπαῖος χίμαρος; εἰ διὰ τοῦτο τοῦ Στεφάνου θάνατον καταψηφίζονται, ἵνα μηδὲν τῶν σκυθρωπῶν 22 ἐκείνων εἰς πέρας ἔλθῃ, δειξάτωσαν ὅσα διὰ τῆς μιαι φονίας ἑαυτοῖς διεσώσαντο. εἰ