1

 2

 3

 4

 5

1

Encomium in sanctum Stephanum protomartyrem ii

ΤΟΥ ΑΥΤΟΥ ΕΤΕΡΟΝ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΣΤΕΦΑΝΟΝ ΤΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ.

Ἐπεδήμησε Χριστὸς τῷ κόσμῳ εἰς σωτηρίαν, καὶ μετ' αὐτὸν ἐβλάστησαν οἱ

καρποὶ τῆς Ἐκκλησίας. Ἔλαμψεν ὁ μάρτυς τῆς ἀληθείας, καὶ συνέλαμψαν οἱ μάρτυρες τῆς μεγάλης οἰκονομίας. Ἠκολούθησαν οἱ μαθηταὶ τῷ ∆ιδασκάλῳ, τοῖς Κυριακοῖς ἴχνεσιν ὁδεύοντες· μετὰ Χριστὸν οἱ Χριστοφόροι· μετὰ τὸν ἥλιον τῆς δικαιοσύνης οἱ φωστῆρες τῆς οἰκουμένης· καὶ πρῶτος μὲν ἡμῖν ὁ Στέφανος ἤνθησεν, οὐκ ἐκ τῶν Ἰουδαϊκῶν ἀκανθῶν πλακεὶς, ἀλλ' ἐκ τῆς ἐκκλη σιαστικῆς εὐθηνίας πρῶτος καρπὸς τῷ Κυρίῳ προσ ενεχθείς. Ἰουδαῖοι μὲν γὰρ στέφανον ἐξ ἀκανθῶν πλέ ξαντες, τῇ κεφαλῇ τοῦ Σωτῆρος ἐπέθηκαν, ἀξίους τῆς κακῆς γεωργίας αὐτῶν τοὺς καρποὺς ἐπιδειξά μενοι τῷ ∆εσπότῃ τοῦ ἀμπελῶνος, ὡς διὰ τῆς προ φητείας προανεφώνει, λέγων· Ἀμπελὼν Κυρίου Σα βαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Οἱ δὲ τῆς εὐαγγε λικῆς ἀληθείας ἐργάται πρῶτον προοίμιον εὐσεβείας, καὶ πρώτην ἀπαρχὴν τῆς γεωργίας, Στέφανον τὸν ἅγιον ἄνδρα προσφέρουσι τῷ ∆εσπότῃ, οἷα δή τινα στέφανον ἀληθῶς ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν συνηρμοσμένον.

Πρῶτον μὲν γὰρ ὁ θαυμάσιος οὗτος ἀνὴρ τὴν τῶν χηρῶν ἐπιμέλειαν ἐπιστεύετο, μαρτυ 46.724 ρηθεὶς κρίσει καὶ ἐκλογῇ τῶν ἀποστόλων ἀνὴρ εἶναι πιστὸς, καὶ πλήρης Πνεύματος ἁγίου, ἔπειτα δυνάμει πνευματικῆς σοφίας. Καὶ γὰρ τῷ θείῳ λόγῳ τοσαύτην ὑπὲρ τοῦ κηρύγματος συνηγορίαν ἐπεδείκνυτο, ὡς καὶ μεγάλα τὰ θαύματα τῆς θείας ἐνεργείας συν τρέχειν αὐτοῦ ταῖς διδασκαλίαις. Στέφανος γὰρ, φησὶ, πλήρης πίστεως καὶ δυνάμεως, ἐποίει σημεῖα μεγάλα. Οὐ γὰρ ἐδικαίωσεν ἐμπόδιον αὐτῷ τι γενέσθαι τῇ περὶ τὰς χήρας σπουδῇ, ἀλλὰ καὶ ταύτης εἴ χετο προθύμως, κἀκείνης οὐκ ἀπελιμπάνετο· καὶ ἦν ἐπ' αὐτῷ μέγα τὸ θαῦμα, καὶ φιλοπόνου διανοίας πλεον έκτημα. Χήρας ἐπιστεύετο, καὶ ψυχὰς ἐνεπορεύετο, τὰς μὲν ἄρτῳ τρέφων, τὰς δὲ λόγῳ παιδεύων, καὶ ταῖς μὲν σωματικὴν τράπεζαν προτιθεὶς, ταῖς δὲ πνευ ματικὴν ἑστίαν προβαλλόμενος.

Ἦν γὰρ ἀνὴρ ἀγαθὸς, καὶ πλήρης Πνεύματος ἁγίου· ἀγαθότητι μὲν τῆς γνώμης, τῶν πενήτων τὴν λειτουργίαν ὑφιστάμενος· παῤῥησίᾳ δὲ καὶ δυνάμει τοῦ Πνεύματος, τοὺς ἐχθροὺς τῆς ἀληθείας ἐπιστομίζων. Πᾶσι γοῦν ἀντέκρουε, καὶ πάντας τῷ λόγῳ τῆς ἀληθείας κατηγωνίζετο, λογι σμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοσαύτη δὲ αὐτῷ ἰσχὺς τοῦ λόγου παρῆν, ὡς κατὰ τὴν μαρτυρίαν τῆς ἁγίας Γρα φῆς, μηδένα δύνασθαι ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ἀλλ' ἐπὶ τὸ συνέδριον ἤγετο τῆς ἀπιστίας, ὁ κήρυξ τῆς ἀληθείας· δεῖ γὰρ ἡμᾶς οὕτω παραδραμόντας τῷ Πρωτομάρτυρι τὴν ὀφειλομένην ἀποδοῦναι, ἣν χθὲς ἀποπληρῶσαι τὸ ἀσθενὲς τοῦ σώ ματος οὐκ ἐπέτρεψε, καὶ σήμερον τοῖς ἁγίοις ἀποστό λοις τὴν οἰκείαν μνήμην ἀποπληρῶσαι. Πρῶτον μὲν γὰρ οὐχ ἡμέραις, οὐδὲ χρόνοις, τὰ τῶν ἁγίων ἐγκώμια περιορίζεται· Εἰς μνημόσυνον γὰρ, φησὶν, αἰώνιον ἔσται δίκαιος· ἔπειτα δὲ, οἷς οὐ διαιρεῖται τὰ τῆς γνώμης. Οὔτε τοίνυν μάρτυρες ἄνευ ἀποστόλων, οὔτε πάλιν ἀπόστολοι χωρὶς ἐκείνων. ∆ιδάσκαλοι μὲν γὰρ μαρτύρων, ἀπόστολοι· εἰκόνες δὲ τῶν ἀποστόλων, οἱ μάρτυρες. Εἰκόνα γοῦν τὴν ἐκείνων καὶ τὸν χαρακτῆρα φέρων ὁ μακάριος Στέφανος, σταυρὸν, καὶ διὰ τοῦ θανάτου πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδή σατο. Ἀλλ' ὅμως διὰ τῆς ὑπομονῆς τοῦ μαρτυρίου τοὺς διδασκάλους ἀπεσέμνυνε, καὶ γέγονεν ἀληθῶς