1

 2

 3

 4

 5

2

στέφανος· στέφανος γὰρ τῶν καλῶν διδασκάλων οὐκ ἦν τιμὴ τῆς εὐφημίας, ἀλλ' ἦν προκοπὴ τῆς Ἐκκλη σίας, ὥσπερ γοῦν Κορινθίοις γράφων ὁ θεῖος Ἀπόστο λός φησιν· Ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Εἰσῆλθεν εἰς τὸ συνέδριον τῶν Χριστοφόνων ὁ Χρι στοφόρος· εἰσεπήδησεν εἰς τὴν συναγωγὴν τῶν λύκων 46.725 τὸ πρόβατον· ἀλλ' ἦν οὐχ ὡς ἁπλῶς πρόβατον θηρι άλωτον, ἀλλὰ πρόβατον ὑπὸ Χριστοῦ ποιμαινόμενον, καὶ πρὸς τοὺς λύκους ἀγωνιζόμενον. Οἱ μὲν γὰρ ἐλύσσων καὶ διεπρίοντο, ταῖς κατηγορίαις καὶ ταῖς ἀπειλαῖς τὸ ποίμνιον καταδάκνοντες· ὁ δὲ μᾶλλον αὐτοὺς τοῖς ἐλέγχοις διεσπάραττεν, ἢ ταῖς ἀπειλαῖς καὶ ταῖς κατηγορίαις, ὡς ἐκεῖνοι.

Μὴ ψιλῶς, μηδ' ἐπιπολαίως παραδράμωμεν τὰ λεγόμενα. Οὗτος γὰρ πρὸς τοσαύ την συναγωγὴν πονηρευομένων, καὶ πρὸς τοσαύτην λύκων ἔφοδον κατὰ τῆς ἀδικίας ἐθάρσησε παῤῥησιά σασθαι, καὶ εἰπεῖν μετὰ τὴν πολλὴν ἐκείνην διδασκα λίαν· Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, καθὼς οἱ πατέρες ὑμῶν, καὶ τὰ ἑξῆς. Οὕτως ὁ ἐπὶ μὲν γῆς φαινόμενος, τὰ δὲ ἐν οὐρανῷ κατοπτριζόμενος· καὶ ἀνθρώπου μὲν φύσιν ἐνδεδυ μένος, ἀγγέλου δὲ ὄψιν καὶ σχῆμα μεταμορφωσάμε νος (καὶ τούτων οὐδὲν ἀπεικός· ἔπρεπε γὰρ ἀληθῶς ἐν τῷ Πρωτομάρτυρι δειχθῆναι τῶν μαρτύρων τὸ ἀξίωμα, καὶ γνῶναι λοιπὸν ἅπαντας τῆς καινῆς χά ριτος τὰ ἔργα)· ὁ τοῦ μαρτυρίου πόθος οὐ μόνον ἀγγελικὴν ἀξίαν χαρίζεται, ἀλλὰ καὶ οὐρανῶν ἀνοίγει πύλας· οὐκέτι θανάτῳ τὰς ψυχὰς παραπέμπων, ἀλλ' εἰς χεῖρας Χριστοῦ τὸ πνεῦμα παρατιθέμενος. Ὁ μὲν γὰρ Κυριακὸς ἄνθρωπος τοῦ Σωτῆρος τῷ ἑαυτῷ Πα τρὶ ἐν τῷ σταυρῷ προσεφώνει, λέγων· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· ὁ δὲ τοῦ Χριστοῦ δοῦλος Στέφανος, ἀνατείνας εἰς τὸν ∆εσπότην, Κύριε, φησὶν, Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· ταύτῃ τῇ φωνῇ τὴν ψυχὴν ἀποθέμενος. Ἄγγελοι τὸν ἑαυτῶν χορευτὴν ἀπελάμβανον, μᾶλλον αὐτὸν ἄνωθεν βάλλον τες ταῖς εὐφημίαις, ἢ ἐν τοῖς λίθοις κάτωθεν Ἰου δαῖοι. Ἀλλ' ὁ μὲν Στέφανος οὕτω τὸν καλὸν ἀγωνι σάμενος ἀγῶνα, τὸν ἐν οὐρανοῖς κλῆρον ἐδέξατο. Τῷ Στεφάνῳ δὲ τούτῳ πάντες ἐξαίφνης οἱ τίμιοι λίθοι συνεπλάκησαν, οἱ θειότατοι τῶν Εὐαγγελίων κήρυκες, μεθ' οὓς οἱ μάρτυρες, καὶ μετ' αὐτοὺς πάλιν οἱ σω τηρίῳ ἀρετῇ διαλάμψαντες· προηγουμένως δὲ οἱ ἐπὶ τοῦ παρόντος μνημονευόμενοι, πολὺ καὶ λαμπρὸν ἀπαστράπτοντες τὸ κάλλος τῆς εὐσεβείας, λέγω δὴ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ καὶ τῆς ἀποστολικῆς ἁρμονίας ἔξαρχοι, καὶ τῆς ἐκκλησιαστικῆς εὐδοξίας στέφανοι.

Οὐκ ἀφίσταμαι γὰρ τῆς τοῦ Στεφάνου προσηγορίας· ἀλλὰ πολλάκις καὶ μυριάκις λέγων, ἔτι διψῶν ἐπαναλαμβάνω· Στεφάνου γὰρ κόρος οὐκ ἔστι τοῖς τὸ μακάριον τέλος τῶν στεφάνων ἐκδεχομένοις. Οὐκοῦν, εἰ δεῖ φιλαλήθως εἰπεῖν, ἀπὸ Στεφάνου πάλιν στεφάνοις εὐωχοῦμεν, καὶ κοινωνοῦ μεν αὐτῶν ταῖς μνήμαις, ἐπειδήπερ ἐλπίζομεν κοι νωνεῖν, καὶ μένειν, καὶ συνδοξάσομεν· βεβαιούσης 46.728 γὰρ τῆς ἐπαγγελίας, ἡ κοινωνία τῆς πίστεως πολυ πλασιάζεται. Πάλιν δὲ ἡμῖν, ἀδελφοὶ, τῶν ἀγαθῶν ἡ ἀπόλαυσις, τῷ τὴν Κυριακὴν τῆς ἀναστάσεως ἡμέραν συλλάμψαι τῇ μνήμῃ τῶν μαρτύρων. Ἐν ταύτῃ γὰρ προηγου μένως ἡμῶν τὰς διανοίας κατηύγασεν ὁ φωτισμὸς τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ἐν ᾗ τὰς σω τηρίους ἀκτῖνας τῆς δικαιοσύνης ἀνθήσας, τὸ μὲν σκό τος τῆς ἀσεβείας ἠφάνισε, τὰς δὲ ψυχὰς τῇ ἐπιγνώ σει τῆς ἀληθείας ἐλάμπρυνε. Καὶ ὅρα μοι τὸ θαυμαστὸν τῆς εὐεργεσίας καὶ μέγιστον.

Ὁ μὲν γὰρ αἰσθητὸς οὗτος ἥλιος ἀνίσχων ἕωθεν, καὶ ταῖς προδρόμοις τῶν ἀκτίνων αὐγαῖς τὴν ἡμέραν προοιμιαζόμενος, καλύπτει μὲν καὶ περιβάλλει ταῖς μαρμαρυγαῖς τὴν ὑπ' οὐρανόν· ἀποκρύπτει δὲ καὶ ἀμαυροῖ πάν τας ὁμοῦ τοὺς τῶν ἀστέρων χοροὺς, ὡς μόνον αὐτὸν ὁρᾶσθαι περιπολοῦντα ταῖς οὐρανίαις ἁψίσιν. Ὁ δέ