1

 2

 3

 4

 5

3

γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀνατείλας ἡμῖν ἐξ ὕψους, κατὰ τὴν λέγουσαν περὶ αὐτοῦ προφητείαν, Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς Ἀνατολὴ ἐξ ὕψους, οὐ μόνον οὐκ ἀπέκρυψε τοὺς πρὸ τῆς ἐπιδημίας αὐτοῦ δίκην ἀστέρων ἀναλάμψαντας ἁγίους, καὶ προδρόμους αὐτοῦ γενομένους, ἀλλὰ κἀκείνους λαμπροτέρους ἐποίησε, καὶ ἑτέρους ἑαυτῷ φωστῆρας συνανέλαμψε. Προφῆται μὲν γὰρ διέλαμψαν μετὰ τὴν ἐκείνου παρ ουσίαν· μᾶλλον δὲ ἢ πρὸ ἐκείνης. Ἀμυδρᾶς γὰρ οὔσης ἔτι τῆς προφητείας ταῖς εὐαγγελικαῖς τῶν Γραμματέων ἐκβάσεσιν, ὁ Σωτὴρ ἐλθὼν εἰς τὸν κόσμον, πάντας ἐλάμπρυνε, καὶ διεσάφησε, πλήρωμα νόμου καὶ προφητῶν γενόμενος. Οὐ γὰρ ἦλθε κατα λῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. Ἐπὶ δὲ τῆς νέας χάριτος περὶ ἑαυτοῦ λέγων ὁ Σωτὴρ, 46.729 Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου τούτου, οὐκ ἀπηξίωσεν ἡ πηγὴ τῆς ἀγαθότητος ἐξ ἀγαθοῦ Πατρὸς προελθὼν, τοῖς αὐτῷ δουλεύουσι μεταδοῦναι τῆς ἑαυτοῦ προσ ηγορίας· ἀλλά φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ, Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὃ δὲ μεῖζον παραγαγεῖν ἔχομεν εἰς ὑπόμνησιν τῶν εἰρη μένων, τοῦτο, χάριτι Θεοῦ, πάλιν ἐκθησόμεθα· Ἰωάν νης Βαπτιστὴς, λύχνος ὀνομασθεὶς, καὶ ἐν τοῖς Ψαλ μοῖς προαναπεφωνημένος, καὶ ὑπὸ Κυρίου μεμαρτυ ρημένος. Ὁ μὲν γὰρ Προφήτης, ἐκ προσώπου τοῦ Πατρὸς, φησὶ περὶ αὐτοῦ διὰ τῆς ὑμνῳδίας· Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου, τουτέστιν, Ὑπηρέτην καὶ πρόδρομον ἡτοίμασα τοῦ φωτός· ὁ δὲ Κύριος τὴν Πατρικὴν βεβαιῶν φωνὴν, Ἐκεῖνος ἦν, φησὶν, ὁ λύχνος ὁ καιόμενος. Ἀλλ' ὅμως ὁ λύχνος ὢν, τοσοῦτον ἀπέσχε τοῦ ἀμαυρωθῆναι τῇ τοῦ Κυρίου παρουσίᾳ, ὃς ἦν ἥλιος δικαιοσύνης, ὥστε καὶ μᾶλλον διέλαμψε, κήρυξ ὁμοῦ καὶ θεολόγος αὐτοῦ τοῦ Σωτῆρος ὁ Βαπτιστὴς γενόμενος Ἰωάννης μὲν οὖν διὰ τὸ ἕνα μόνον φωτίζειν οἶκον τὸν τοῦ Ἰσραὴλ, λύχνος ὠνομάσθη.

Οἱ δὲ τοῦ Σωτῆρος ἀπόστολοι, οὐ λύχνοι, οὐδὲ ἀστέρες, ἀλλὰ φωστῆρες ἀνηγορεύθησαν, οὐκ ἐν ἑνὶ κλίματι, οὐδὲ μιᾷ γωνίᾳ λάμποντες, ἀλλ' ἅπασαν τὴν ὑπὸ οὐρανὸν καταυγάζοντες. Ἔξαρχοι δὲ τούτων καὶ κορυφαῖοι ὁ Πέτρος, καὶ ὁ Ἰάκωβος, καὶ ὁ Ἰωάννης, οἱ σήμερον ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις σε μνυνόμενοι, συμφώνως μὲν πρὸς τὸ τέλος τοῦ βίου δραμόντες, διαφόροις δὲ τοῦ μαρτυρίου τρόποις ἐν αθλήσαντες. Ὁ μὲν γὰρ πρωτοστάτης καὶ κορυφαῖος τῆς ἀποστολικῆς χορείας ἀναδειχθεὶς, οἰκείαν τῷ ἀξιώματι τὴν δόξαν ἀπηνέγκατο, τῇ τοῦ Σωτῆρος ὁμοιοπαθείᾳ τετιμημένος· ὁ σταυρῷ γὰρ προσ ηλωθεὶς, τὴν ∆εσποτικὴν εἰκόνα τοῦ βασιλέως ἐξετύ πωσεν (εἰκόνα δὲ λέγω βασιλικὴν τὸν σταυρόν)· οὐκ αἰσχυνόμενος ἐπὶ τῷ πάθει, ἀλλὰ σεμνυνόμενος ἐπὶ τῷ μεγάλῳ τροπαίῳ. Μήτε γὰρ αὐτοῖς, μήτε ἡμῖν, μήτε τοῖς μεθ' ἡμᾶς, μήτε τινὶ ἑτέρῳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ ὁ Παῦλός φησιν ... οὕτω γὰρ καὶ Πέτρος φαίνεται διὰ τιμῆς ἔχων τὴν σεβάσμιον ... Ἠξίου γὰρ κατὰ κεφαλῆς κρεμα σθῆναι ὑπὸ τῶν σταυρούντων διὰ πολλὴν εὐλάβειαν, ἵνα μὴ ἶσος εἶναι τῷ Σωτῆρι δόξῃ, τῷ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος σταυρωθέντι, καὶ πλατείαις, ὥσπερ ταῖς διὰ τοῦ σταυροῦ, χερσὶ τὴν οἰκουμένην περιβα λόντι. Ἰάκωβος δὲ τὴν κεφαλὴν ἀπετέμνετο, τὴν ὄντως αὑτοῦ κεφαλὴν, τὸν Χριστὸν, ἀπολαβεῖν ἐπειγόμενος.

Κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, καὶ πάσης ὁμοῦ κεφαλὴ τῆς Ἐκκλησίας. Ὁ δὲ μακάριος Ἰωάννης ἐν πολλαῖς καὶ διαφόροις κατὰ τὸν βίον ἀθλήσας ἀγῶσι, καὶ ἐν πᾶσι διαπρέψας τοῖς κατορθώμασι τῆς εὐσεβείας, κενὸν μὲν εἰς ὕδωρ τοῦτο 46.732 πέρας ... κεκριμένος, τῷ χορῷ τῶν μαρτύρων συν ηρίθμηται· (παρὰ γὰρ δικάζουσιν, οὐκ ἀπὸ τῆς ἐκβάσεως τοῦ πάθους, ἀλλὰ παρ' αἱρέσεως τοῦ πόθου κρίνεται τὸ μαρτύριον)·

Ἀλλ' ὁ μὲν τοῦ θανάτου τρόπος τοιοῦτος ἦν, τοῖς διὰ θανάτου τὴν ἀθάνατον μνήμην καὶ ταῖς Ἐκκλησίαις χαρισαμένοις. Ἔπρεπε δὲ ὡς ἀληθῶς ἐπὶ τὸ αὐτὸ τῶν προειρημένων ἀνδρῶν τὰς μνήμας ἐπιτελεῖσθαι, οὐ μόνον διὰ τὸ σύμφωνον τῆς