1

 2

 3

 4

 5

4

εὐσεβείας, ἀλλὰ καὶ διὰ τὸ ὁμότιμον τῆς ἀξίας. Οὗτοι γὰρ μόνοι τῷ Κυρίῳ πάντοτε συσχολάζοντες, καὶ ἐξαίρετον ὥσπερ παρὰ τοὺς λοιποὺς τῶν ἀποστό λων χώραν ἔχοντες, καὶ παῤῥησίαν, οὐ κατὰ τὴν τῆς ἀνθρωπίνης φιλίας πρόσληψιν, ἀλλὰ κατὰ θεϊκὴν ἀλη θείας ἐπίκρισιν. Ἔστι γοῦν εὑρεῖν ἐν τοῖς μεγίστοις τῶν θαυμάτων μόνους αὐτοὺς παρὰ τοῦ Κυρίου παραληφθέντας, ὡς πιστοτάτους καὶ ἀληθεστάτους τῶν γιγνομένων μάρ τυρας· τοῦτο μὲν ἐπὶ τῆς ἐν τῷ ὄρει θεωρίας (μό νος γὰρ ἦν ἐκεῖ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ὅτε τὸ σῶμα τὸ ἑαυτοῦ μεταμορφώσας ὁ Κύριος, εἰς ἔνδοξον καὶ λαμπροτέραν θεότητα μετέβαλε, Μωϋσέα καὶ Ἠλίαν ἐν ἑαυτῷ παραστησάμενος, καὶ τῇ νεφέλῃ τοῦ φωτὸς ἐπισκιάσας, τὴν μεγάλην ἐκείνην εἰκόνα τῆς βασιλείας ὑπέδειξε)· τοῦτο δὲ ἐπὶ τῆς Ἰαείρου θυγατρὸς, ἣν θανοῦσαν διήγειρε· καὶ γὰρ ἐκεῖ τούτους εἶχεν ἐπόπτας τῆς γενομένης θαυ ματουργίας. Ἔτι γε μὴν, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγων διατρίβω, καὶ κατ' αὐτὸν τὸν καιρὸν τοῦ σω τηρίου πάθους τοὺς αὐτοὺς ἄνδρας παραλαβὼν, ἐθάῤ ῥησεν εἰπεῖν, ὡς πιστοῖς ἀνδράσι καὶ βεβαιοτάτοις· Νῦν ἡ ψυχή μου τετάρακται.

Ταῦτα δὲ ἡμῖν εἴρηται, οὐκ εἰς καθαίρεσιν τῶν λοιπῶν ἀποστόλων, ἀλλ' εἰς μαρτύριον τῆς τῶν μνημονευομένων ἀρετῆς· εἰ δὲ δεῖ φιλαλήθως εἰπεῖν, καὶ εἰς κοινὸν τῶν ἀπο στόλων ἐγκώμιον· τὸ γὰρ ὑπεροχὰς καὶ ἐπιβάσεις ἐν τοῖς ἁγίοις ὁρίζεσθαι, οὐκ ἀνθρωπίνης ἂν ᾖ δοκιμα σίας, ἀλλ' ἐπικρίσεως καὶ ἀληθείας Θεοῦ. Ἡμᾶς δὲ μνήμαις τοιούτων καὶ τηλικούτων ἀνδρῶν κοινωνεῖν ἀξιωθέντας, εὐχαριστεῖν ἀναγκαῖον, οὐχ ὅσον ὀφεί λομεν, τοῦτο γὰρ ἀδύνατον, ἀλλ' ὅσον ἰσχύομεν, τοῦτο γὰρ εὐαπόδεκτον. Ἀπαιτοῦσι δὲ ταύτας οἱ ἅγιοι παρ' ἡμῶν τὰς τιμὰς, οὐχ ἵνα τι κερδάνωσιν εὐφημούμενοι, ἀλλ' ἵνα ἡμεῖς κοινωνήσωμεν εὐερ γετούμενοι. Ἐκεῖνο δὲ πάλιν οὐδένα τῶν εὐσεβῶν ἀγνοεῖν οἴομαι, ὡς οὐ μόνον Πέτρου, καὶ Ἰακώβου, 46.733 καὶ Ἰωάννου, ἀλλὰ καὶ πάσης ὁμοῦ τῆς ἀποστολικῆς ἁρμονίας τὰς μνείας ἐπιτελοῦμεν. Εἰ γὰρ κατὰ τὴν τῶν δογμάτων ἀλήθειαν, μελῶν τάξιν ἐπέχοντες, ἑνὸς σώματος ἀποπληροῦσι σχῆμα, δηλονότι δοξαζομένου μου μέρους ἑνὸς, ὥς φησιν ὁ Ἀπόστολος, Συν δοξάζεται πάντα τὰ μέλη, καὶ μάλιστα ἐπ' ἐκεί νων τῶν μακαρίων καὶ τελειοτάτων ἀνδρῶν, οἷς πάντα συμφωνεῖ πρὸς ἀλήθειαν, καὶ ὁ τρόπος ὁμό γνωμος, καὶ ἡ πίστις ὁμόδοξος, καὶ ὡς κοινὰ τὰ τῆς εὐσεβείας πλεονεκτήματα τούτων, κοινὰ καὶ τὰ παρὰ τῆς ἀληθείας σεμνολογήματα. Τίς δὲ οὐκ ἂν εὐλόγως ἡσθείη, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πληρωθείη, ἀποστολικῷ χορῷ κοινωνεῖν ἠξιωμένος, τῷ πᾶσαν τὴν οἰκουμένην πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ὁδηγήσαντι, τῷ κατὰ πάσης τῆς οἰκουμέ νης ἁπλώσαντι τὰ τῆς εὐσεβείας δίκτυα, καὶ παντα χοῦ πήξαντι τὰ τῆς ἀληθείας θήρατρα, ἵνα συλλαβό μενοι πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα, τὴν ὑπὸ τῆς κακίας ἠγριωμένην προσαγάγωσι τῷ ἐξημεροῦντι καὶ σώζοντι; Εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Οἱ θεμέλιοι τῆς Ἐκκλησίας, οἱ στύλοι καὶ τὰ ἑδραιώματα τῆς ἀληθείας, οὗτοί εἰσιν αἱ ἀένναοι πηγαὶ τοῦ σωτηρίου, αἳ πολὺ, καὶ πλούσιον, καὶ θεοειδὲς νᾶμα τὸ τῆς διδασκαλίας προχέουσιν.

Ἐπὶ τούτους ἡμᾶς καὶ ἡ προφητικὴ παραπέμπει φωνὴ, λέγουσα· Ἀντλήσατε ὕδωρ μετ' εὐφροσύ νης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Μνημονεύεται Πέτρος ἡ κεφαλὴ τῶν ἀποστόλων, καὶ συνδοξάζεται μὲν αὐτῷ τὰ λοιπὰ μέλη τῆς Ἐκ κλησίας· ἐπιστηρίζεται δὲ ἡ Ἐκκλησία τοῦ Θεοῦ. Οὗτος γάρ ἐστι κατὰ τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Κυρίου δωρεὰν ἡ ἀῤῥαγὴς καὶ ὀχυρωτάτη πέτρα, ἐφ' ἣν τὴν Ἐκκλησίαν ὁ Σωτὴρ ᾠκοδόμησε. Μνημο νεύεται πάλιν Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὡς υἱοὶ βροντῆς ὑπὸ τοῦ Σωτῆρος προσαγορευόμενοι, πάσας ἑαυτοῖς τὰς ὀμβροτόκους νεφέλας συνεπιφέρονται· ῥηγνυμένης γὰρ τῆς βροντῆς, ἀνάγκη καὶ τὰς νε φέλας συναθροίζεσθαι. Νεφέλας μὲν οὖν τοὺς ἀπο στολικοὺς καὶ προφητικοὺς λόγους ὑποληπτέον, ὧν εἰ καὶ διάφοροι τοῦ κηρύγματος οἱ χρόνοι, ἀλλὰ σύμ φωνοι τῆς